Πυθόϊ
Πυθώ, Pytho, the region of Delphi
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Πυθὼ | – | – |
| Genitive | Πυθοῦς, Πυθῶνος | – | – |
| Dative | Πυθοῖ, Πυθῶνι | – | – |
| Accusative | Πυθῶνʼ, Πυθῶνα, Πυθῶνά, Πυθὼ, Πυθώ | – | – |
| Vocative | – | – | – |
-
…κείνοιν ἐτερπόμην, ὅμως δʼ ἔκνιζέ μʼ ἀεὶ τοῦθʼ · ὑφεῖρπε γὰρ πολύ. λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι Πυθώδε, καί μʼ ὁ Φοῖβος ὧν μὲν ἱκόμην ἄτιμον ἐξέπεμψεν, ἄλλα δʼ ἄθλια καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων…
Sophocles, Oedipus Tyrannus
-
…πέμψας τάσδε μαντείας ἅμα σωτήρ δʼ ἵκοιτο καὶ νόσου παυστήριος. ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου Πυθῶνος ἀγλαὰς ἔβας Θήβας ; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων, ἰήιε Δάλιε Παιάν, ἀμφὶ σοὶ ἁζόμενος τί μοι…
Sophocles, Oedipus Tyrannus
-
…πτολίεθρον τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ. ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα, κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα…
Homer, Iliad
-
…πόλιν ἱμερόεσσαν, αὐτὸς δʼ αὖ Δήλοιο περικλύστου μέγʼ ἀνάσσεις. εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν, ἄμβροτα εἵματʼ ἔχων τεθυωμένα · τοῖο δὲ φόρμιγξ χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν. ἔνθεν δὲ πρὸς…
NA, Homeric Hymns
-
…. εἰ δέ μʼ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός, ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν. εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων · ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας πορθήσω καὶ χρυσόν, ἅλις τʼ αἴθωνα σίδηρον καὶ πολλὴν…
NA, Homeric Hymns