κόθεν
πόθεν, πόθεν, from where? whence?
ποθεν, ποθεν, from some place
Other forms of πόθεν: κόθεν, πόθεν, Πόθεν
Other forms of ποθεν: ποθεν, ποθέν, ποθὲν
πόθεν
-
…Ἀθηναῖοι. ὑπολάβοι ἂν οὖν τις ὑμῶν ἴσως · ἀλλʼ, ὦ Σώκρατες, τὸ σὸν τί ἐστι πρᾶγμα ; πόθεν αἱ διαβολαί σοι αὗται γεγόνασιν ; οὐ γὰρ δήπου σοῦ γε οὐδὲν τῶν ἄλλων περιττότερον πραγματευομένου ἔπειτα τοσαύτη φήμη τε…
Plato, Apology
-
…Πρωταγόρας Ἑταῖρος Σωκράτης πόθεν, ὦ Σώκρατες, φαίνῃ ; ἢ δῆλα δὴ ὅτι ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν ; καὶ μήν…
Plato, Protagoras
-
…, τύχῃ ἀγαθῇ, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ ἔστω · οὐ μέντοι οἶμαι ἥξειν αὐτὸ τήμερον. πόθεν τοῦτο τεκμαίρῃ ; ἐγώ σοι ἐρῶ. τῇ γάρ που ὑστεραίᾳ δεῖ με ἀποθνῄσκειν ἢ ᾗ ἂν ἔλθῃ τὸ πλοῖον…
Plato, Crito
-
…γόνον, ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων. καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα πατρὸς νεοσσοὺς τούσδʼ ἀποφθείρας πόθεν ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας ; οὔτʼ αἰετοῦ γένεθλʼ ἀποφθείρας, πάλιν πέμπειν ἔχοις ἂν σήματʼ εὐπιθῆ βροτοῖς · οὔτʼ…
Aeschylus, Libation Bearers
-
…ὦ Παιάν, φανείης. οὔ τἂν φθιμένας γʼ ἐσιώπων. οὐ γὰρ δήπου φροῦδός γε δόμων νέκυς ἤδη. πόθεν ; οὐκ αὐχῶ. τί σε θαρσύνει ; πῶς ἂν ἔρημον τάφον Ἄδμητος κεδνῆς ἂν ἔπραξε γυναικός ; πυλῶν πάροιθε…
Euripides, Alcestis
ποθεν
-
…οὔτε συνῄδει κακὸν οὐδὲν ὃ ἐγὼ δεδιὼς μή τις πύθηται ἐπεθύμουν αὐτὸν ἀπολέσαι, οὔτε εἰ ταῦτα διαπραξαίμην, ἤλπιζόν ποθεν χρήματα λήψεσθαι · ἔνιοι γὰρ τοιούτων πραγμάτων ἕνεκα θάνατον ἀλλήλοις ἐπιβουλεύουσι. τοσούτου τοίνυν δεῖ ἢ λοιδορία ἢ παροινία ἢ…
Lysias, Speeches
-
…αὐλὰς ποίας ἔνεδρος ναίει καὶ χῶρον τίνʼ ἔχει. τὸ γάρ μοι μαθεῖν οὐκ ἀποκαίριον, μὴ προσπεσών με λάθῃ ποθέν · τίς τόπος ἢ τίς ἕδρα ; τίνʼ ἔχει στίβον, ἔναυλον ἢ θυραῖον ; οἶκον μὲν ὁρᾷς τόνδʼ ἀμφίθυρον…
Sophocles, Philoctetes
-
…δʼ ἔσω κίε, μηδέ τι θυμῷ τάρβει · θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι. δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν · Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων τῶν…
Homer, Odyssey
-
…κε μυθησαίμην, ἦ αὐτὸς κεύθω ; φάσθαι δέ με θυμὸς ἀνώγει. ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι ; ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ ; εἴπαθʼ ὅπως ὑμέας…
Homer, Odyssey
-
…ὁ τιθεὶς τὸν νόμον ; καθῆσθαι κελεύει τοὺς φυλέτας βοηθοῦντας τοῖς νόμοις καὶ τῇ δημοκρατίᾳ, ὡς εἰ μὴ βοήθειάν ποθεν μεταπεμψόμεθα ἐπὶ τοὺς οὕτω βεβιωκότας, οὐδὲ βουλεύεσθαι δυνησομένους ἡμᾶς περὶ τῶν σπουδαιοτάτων πραγμάτων. ἔστι δʼ οὐδὲν ὄφελος ,…
Aeschines, Speeches