μά
μά, μά, by … ! (preposition (+ acc.))
Parsed as:
particle of μά
Other forms of μά: Μὰ, μὰ
-
…οἷς νυνδὴ ἔλεγον μὴ πέπεισαι, τί σοι ἔτι ποιήσω ; ἢ εἰς τὴν ψυχὴν φέρων ἐνθῶ τὸν λόγον ; μὰ Δίʼ, ἦν δʼ ἐγώ, μὴ σύ γε · ἀλλὰ πρῶτον μέν, ἃ ἂν εἴπῃς, ἔμμενε τούτοις…
Plato, Republic
-
…εἶναι ποιεῖν τοὐναντίον ἢ ὃ σὺ λέγεις ; τὸ γὰρ τοῦ κρείττονος ἀσύμφορον δήπου προστάττεται τοῖς ἥττοσιν ποιεῖν. ναὶ μὰ Δίʼ, ἔφη, ὦ Σώκρατες, ὁ Πολέμαρχος, σαφέστατά γε. ἐὰν σύ γʼ, ἔφη, αὐτῷ…
Plato, Republic
-
…ἰδιωτικῇ ἀρχῇ. σὺ δὲ τοὺς ἄρχοντας ἐν ταῖς πόλεσιν, τοὺς ὡς ἀληθῶς ἄρχοντας, ἑκόντας οἴει ἄρχειν ; μὰ Δίʼ οὔκ, ἔφη, ἀλλʼ εὖ οἶδα. τί δέ, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε ; τὰς…
Plato, Republic
-
…δὲ ἥκεις ἢ πάλαι ; ἐπιεικῶς πάλαι. εἶτα πῶς οὐκ εὐθὺς ἐπήγειράς με, ἀλλὰ σιγῇ παρακάθησαι ; οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐδʼ ἂν αὐτὸς ἤθελον ἐν τοσαύτῃ τε ἀγρυπνίᾳ καὶ λύπῃ εἶναι, ἀλλὰ καὶ…
Plato, Crito
-
…εἰκός γε. τί δή ἐστιν τοῦτο περὶ οὗ αὐτός τε ἐπιστήμων ἐστὶν ὁ σοφιστὴς καὶ τὸν μαθητὴν ποιεῖ ; μὰ Δίʼ, ἔφη, οὐκέτι ἔχω σοι λέγειν. καὶ ἐγὼ εἶπον μετὰ τοῦτο · τί οὖν ; οἶσθα εἰς…
Plato, Protagoras