μόγις
μόγις, μόγις, with toil; scarcely, hardly
Other forms of μόγις: μόγις
-
…γὰρ δήπου ψεύδεταί γε · οὐ γὰρ θέμις αὐτῷ. καὶ πολὺν μὲν χρόνον ἠπόρουν τί ποτε λέγει · ἔπειτα μόγις πάνυ ἐπὶ ζήτησιν αὐτοῦ τοιαύτην τινὰ ἐτραπόμην. ἦλθον ἐπί τινα τῶν δοκούντων σοφῶν εἶναι, ὡς ἐνταῦθα εἴπερ που…
Plato, Apology
-
…μήν, ὦ Θρασύμαχε, ἄρχουσί γε αἱ τέχναι καὶ κρατοῦσιν ἐκείνου οὗπέρ εἰσιν τέχναι. συνεχώρησεν ἐνταῦθα καὶ μάλα μόγις. οὐκ ἄρα ἐπιστήμη γε οὐδεμία τὸ τοῦ κρείττονος συμφέρον σκοπεῖ οὐδʼ ἐπιτάττει, ἀλλὰ τὸ τοῦ ἥττονός τε καὶ…
Plato, Republic
-
…καὶ ἄρχων τὸ τῷ κυβερνήτῃ συμφέρον σκέψεταί τε καὶ προστάξει, ἀλλὰ τὸ τῷ ναύτῃ τε καὶ ἀρχομένῳ. συνέφησε μόγις. οὐκοῦν, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε, οὐδὲ ἄλλος οὐδεὶς ἐν οὐδεμιᾷ ἀρχῇ, καθʼ ὅσον ἄρχων…
Plato, Republic
-
…κακός. ὁ δὴ Θρασύμαχος ὡμολόγησε μὲν πάντα ταῦτα, οὐχ ὡς ἐγὼ νῦν ῥᾳδίως λέγω, ἀλλʼ ἑλκόμενος καὶ μόγις, μετὰ ἱδρῶτος θαυμαστοῦ ὅσου, ἅτε καὶ θέρους ὄντος τότε καὶ εἶδον ἐγώ, πρότερον δὲ οὔπω, Θρασύμαχον…
Plato, Republic
-
…παρὰ Καλλίαν ἥκομεν οὔτε σοφισταί ἐσμεν. ἀλλὰ θάρρει · Πρωταγόραν γάρ τοι δεόμενοι ἰδεῖν ἤλθομεν · εἰσάγγειλον οὖν. μόγις οὖν ποτε ἡμῖν ἅνθρωπος ἀνέῳξεν τὴν θύραν. ἐπειδὴ δὲ εἰσήλθομεν, κατελάβομεν Πρωταγόραν ἐν τῷ προστῴῳ περιπατοῦντα, ἑξῆς…
Plato, Protagoras