νομεύς
νομεύς, a shepherd, herdsman; pl. ribs of a ship
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | νομεὺς | – | νομεῖς, νομῆες, νομῆς |
| Genitive | – | – | νομέων |
| Dative | – | – | νομεῦσι |
| Accusative | νομέα | – | νομέας, νομῆας |
| Vocative | – | – | – |
-
…, τὸν βοτῆρʼ ἰδὼν πάρος. ἔγνωκα γάρ, σάφʼ ἴσθι · Λαΐου γὰρ ἦν εἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ. σὲ πρῶτʼ ἐρωτῶ, τὸν Κορίνθιον ξένον, ἦ τόνδε φράζεις ; τοῦτον, ὅνπερ εἰσορᾷς. οὗτος…
Sophocles, Oedipus Tyrannus
-
…δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί. τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον · οἳ δὲ νομῆες αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες. οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων, ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ…
Homer, Iliad
-
…τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας, τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ ἄστυ κάτʼ · αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες. τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν · ὢ πόποι, οἷον ἔειπε κύων ὀλοφώϊα εἰδώς, τόν…
Homer, Odyssey
-
…τέκος, ὄφρα σε θυμῷ τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα. οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας, ἀλλʼ ἐπιδημεύεις · ὣς γάρ νύ τοι εὔαδε θυμῷ, ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον. τὸν δʼ αὖ…
Homer, Odyssey
-
…τε λέων ὀλοόφρων βουσὶν ἐπελθών, αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν · ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν αἰὲν ὁμοστιχάει…
Homer, Iliad