Ἄξων
ἄξων, an axle, axis; wooden tablet of laws in Athens
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἄξων | – | – |
| Genitive | ἄξονος | – | ἀξόνων |
| Dative | ἄξονι | – | ἄξοσι |
| Accusative | ἄξονα | – | ἄξονας |
| Vocative | – | – | – |
-
…ἔντυεν ἵππους Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο · Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς. τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι · πλῆμναι δʼ ἀργύρου…
Homer, Iliad
-
…εὐτυκάζου Ἄρτεμι φίλα. ἒ ἒ ἒ ἔ, ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω · ὦ πότνιʼ Ἥρα. ἔλακον ἀξόνων βριθομένων χνόαι. Ἄρτεμι φίλα, ἒ ἒ ἒ ἔ, δοριτίνακτος αἰθὴρ δʼ ἐπιμαίνεται. τί πόλις ἄμμι πάσχει…
Aeschylus, Seven Against Thebes
-
…δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν · ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον ἐμμεμαυῖα θεά · μέγα δʼ ἔβραχε φήγινος ἄξων βριθοσύνῃ · δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον. λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη · αὐτίκʼ ἐπʼ…
Homer, Iliad
-
…πτόρθοιό τε λήγει · τῆμος ἄρʼ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα. ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν, ἄξονα δʼ ἑπταπόδην · μάλα γάρ νύ τοι ἄρμενον οὕτω · εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο…
Hesiod, Works and Days
-
…νεῶν ἄπο καὶ κλισιάων. Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν, τῇ ῥʼ ἔχʼ ὁμοκλήσας · ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον. ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι ἄμβροτοι, οὓς…
Homer, Iliad