Γοργόνες
Γοργώ, the Gorgon
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Γοργὼ, Γοργὼν | – | Γοργόνες |
| Genitive | Γοργόνος, Γοργοῦς | – | Γοργόνων |
| Dative | – | – | – |
| Accusative | Γοργόνʼ, Γοργόνα | – | Γοργόνας, Γοργούς |
| Vocative | Γοργοῖ | – | – |
-
…ἄναξ, βιάζῃ μʼ οὐ θέλοντα δρᾶν τάδε. τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης. καὶ δὴ προτείνω, Γοργόνʼ ὡς καρατομῶν. ἔχεις ; ἔχω, ναί. σῷζέ νυν, καὶ τὸν Διὸς φήσεις ποτʼ εἶναι παῖδα γενναῖον…
Euripides, Alcestis
-
…ἐρητύοντο μένοντες, ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος · Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος. τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη, αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα…
Homer, Iliad
-
…γὰρ τρανῶς ἐρῶ. πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος. οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω, οὐδʼ αὖτε Γοργείοισιν εἰκάσω τύποις. εἶδόν ποτʼ ἤδη Φινέως γεγραμμένας δεῖπνον φερούσας · ἄπτεροί γε μὴν ἰδεῖν…
Aeschylus, Eumenides
-
…ἔκειτο χαλκέου ἐκ τελαμῶνος · ὃ δʼ ὥς τε νόημʼ ἐποτᾶτο · πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου, Γοργοῦς · ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι, ἀργυρέη · θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ χρύσειοι · δεινὴ δὲ…
Hesiod, Shield of Heracles
-
…ἣ τὰ σπλάγχνα σου διασπαράξει, πλευμόνων τʼ ἀνθάψεται Ταρτησία μύραινα · τὼ νεφρὼ δέ σου αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω διασπάσονται Γοργόνες Τειθράσιαι, ἐφʼ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα. οὗτος τί δέδρακας ; ἐγκέχοδα · κάλει θεόν. ὦ καταγέλαστʼ…
Aristophanes, Frogs