Δαρδάνους
Δάρδανος, Dardanus
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Δάρδανος | – | Δάρδανοι |
| Genitive | Δαρδάνου | – | – |
| Dative | – | – | – |
| Accusative | Δάρδανον | – | – |
| Vocative | – | – | Δάρδανοι |
-
…ἀμφιγύοισιν ὦσαν ἀπὸ σφείων · ὃ δὲ χασσάμενος πελεμίχθη. ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς · Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ παρμένετʼ · οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες, ἀλλʼ ὀΐω χάσσονται ὑπʼ…
Homer, Iliad
-
…μητίετα Ζεὺς σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας · Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων νίκην καὶ μέγα…
Homer, Iliad
-
…. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι · Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς, κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων…
Homer, Iliad
-
…Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα, Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας · Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς νῆας ἀνὰ γλαφυράς · δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν ἀνδρὸς ἀριστῆος Διόθεν…
Homer, Iliad
-
…, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα, στῆ δὲ ταφών · ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι · καὶ γὰρ δὴ τότε φῶτας…
Homer, Iliad