Διαδοχῆς
διαδοχή, a taking over from, succession
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | διαδοχὴ | – | – |
| Genitive | διαδοχῆς | – | – |
| Dative | διαδοχῇ | – | διαδοχαῖς |
| Accusative | διαδοχήν, διαδοχὴν | – | διαδοχάς |
| Vocative | – | – | – |
-
…πρέπον δὲ ἅμα ἐν τῷ τοιῷδε τὴν τιμὴν ταύτην τῆς μνήμης δίδοσθαι. τὴν γὰρ χώραν οἱ αὐτοὶ αἰεὶ οἰκοῦντες διαδοχῇ τῶν ἐπιγιγνομένων μέχρι τοῦδε ἐλευθέραν διʼ ἀρετὴν παρέδοσαν. καὶ ἐκεῖνοί τε ἄξιοι ἐπαίνου καὶ ἔτι μᾶλλον οἱ πατέρες ἡμῶν…
Thucydides, The Peloponnesian War
-
…ἐς τόδε σκήπτει στέγος φάος τόδʼ οὐκ ἄπαππον Ἰδαίου πυρός. τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι, ἄλλος παρʼ ἄλλου διαδοχαῖς πληρούμενοι · νικᾷ δʼ ὁ πρῶτος καὶ τελευταῖος δραμών. τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας…
Aeschylus, Agamemnon
-
…. χρονίου δʼ αὐτῷ καὶ ἐγκρατοῦς τῆς ἀρχῆς γενομένης, ἐπιτυχὴς ἐς πάντα καὶ φοβερὸς ὢν γένος ἀφʼ ἑαυτοῦ καὶ διαδοχὴν τὴν ἐπικρατοῦσαν ὁμοίως ἐπʼ ἐκείνῳ κατέλιπεν. Ὧδε μὲν ἐκ στάσεων ποικίλων ἡ πολιτεία Ῥωμαίοις ἐς ὁμόνοιαν καὶ μοναρχίαν περιέστη…
Appian, The Civil Wars
-
…, οὓς ἀνασταυρῶσαι προσέταξεν Ἀλέξανδρος. ὁ δὲ τῆς Χαλκίδος βασιλεὺς Ἡρώδης μεταστήσας τῆς ἀρχιερωσύνης Ἰώσηπον τὸν τοῦ Καμοιδὶ τὴν διαδοχὴν τῆς τιμῆς Ἀνανίᾳ τῷ τοῦ Νεβεδαίου δίδωσιν. Τιβερίῳ δὲ Ἀλεξάνδρῳ Κουμανὸς ἀφίκετο διάδοχος. καὶ τελευτᾷ τὸν βίον Ἡρώδης…
Flavius Josephus, Antiquities of the Jews
-
…Ἀμβρακικοῦ διὰ Θετταλῶν καὶ Μακεδόνων εἰς τὸν Θερμαῖον διήκων μυχόν. ὑπαγορεύει δή τινα τάξιν οὐ φαύλην ἡ τῶν χερρονήσων διαδοχή · δεῖ δʼ ἀπὸ τῆς ἐλαχίστης ἄρξασθαι, ἐπιφανεστάτης δέ. ἔστι τοίνυν ἡ Πελοπόννησος ἐοικυῖα φύλλῳ πλατάνου τὸ σχῆμα…
Strabo, Geography