Κρείσσων
κρείσσων, κρείττων, better, mightier, stronger; best, mightiest, strongest
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | κρείσσων, κρείττων, κρέσσων | κρείσσων, κρείττων | κρεῖσσον, κρεῖττον, κρεῖττόν |
| Genitive | κρείττονος, κρείττονός | – | κρείσσονος, κρείττονος |
| Dative | κρείττονι | κρείσσονι | – |
| Accusative | κρείσσονʼ, κρείσσονα, κρείττονʼ, κρείττονα, κρείττω, κρέσσονα | κρείσσονʼ, κρείσσω, κρείττονα, κρείττω | κρεῖσσον, κρεῖσσόν, κρεῖττον, κρέσσον |
| Vocative | – | – | – |
| Masculine | |
|---|---|
| Nominative | κρείττονε |
| Genitive | – |
| Dative | – |
| Accusative | – |
| Vocative | – |
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | κρείσσονες, κρείττονες, κρείττονές, κρείττους, κρέσσονες | κρείσσους, κρείττονες | κρείσσονʼ, κρείσσονα |
| Genitive | κρεισσόνων, κρειττόνων | – | – |
| Dative | κρείσσοσιν, κρείττοσι, κρείττοσιν | – | κρείττοσι |
| Accusative | κρείσσονας, κρείττονας, κρείττους | κρείττους | κρείσσονʼ, κρείσσονα, κρείσσω, κρείττονα, κρείττω |
| Vocative | – | – | – |
-
…, δυοῖν δὲ προκειμένοιν, πότερον χρὴ τὴν πατρίδα ἐκλιπεῖν ἢ μετὰ τῶν βαρβάρων γενομένους καταδουλώσασθαι τοὺς Ἕλληνας, ἡγησάμενοι κρεῖττον εἶναι μετʼ ἀρετῆς καὶ πενίας καὶ φυγῆς ἐλευθερίαν ἢ μετʼ ὀνείδους καὶ πλούτου δουλείαν τῆς πατρίδος, ἐξέλιπον ὑπὲρ τῆς…
Lysias, Speeches
-
…. ἄκουε δή, ἦ δʼ ὅς. φημὶ γὰρ ἐγὼ εἶναι τὸ δίκαιον οὐκ ἄλλο τι ἢ τὸ τοῦ κρείττονος συμφέρον. ἀλλὰ τί οὐκ ἐπαινεῖς ; ἀλλʼ οὐκ ἐθελήσεις. ἐὰν μάθω γε πρῶτον, ἔφην, τί λέγεις…
Plato, Republic
-
…αὑτῷ βέλτιστον τίθεσθαι, τοῦτο δὲ τῷ ἀρχομένῳ ποιητέον. ὥστε ὅπερ ἐξ ἀρχῆς ἔλεγον δίκαιον λέγω, τὸ τοῦ κρείττονος ποιεῖν συμφέρον. εἶεν, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε · δοκῶ σοι συκοφαντεῖν ; πάνυ μὲν οὖν ,…
Plato, Republic
-
…, ὦ μακάριε. ἀλλʼ ἵνα μὴ αὖθις ἡμῖν τοιοῦτον ἐγγένηται, διόρισαι ποτέρως λέγεις τὸν ἄρχοντά τε καὶ τὸν κρείττονα, τὸν ὡς ἔπος εἰπεῖν ἢ τὸν ἀκριβεῖ λόγῳ, ὃ νυνδὴ ἔλεγες, οὗ τὸ συμφέρον κρείττονος ὄντος δίκαιον…
Plato, Republic
-
…ὀργίζεσθαι, ὅτι Φείδων αἱρεθεὶς ὑμᾶς διαλλάξαι καὶ καταγαγεῖν τῶν αὐτῶν ἔργων Ἐρατοσθένει μετεῖχε καὶ τῇ αὐτῇ γνώμῃ τοὺς μὲν κρείττους αὑτῶν διʼ ὑμᾶς κακῶς ποιεῖν ἕτοιμος ἦν, ὑμῖν δὲ ἀδίκως φεύγουσιν οὐκ ἠθέλησεν ἀποδοῦναι τὴν πόλιν, ἀλλʼ ἐλθὼν…
Lysias, Speeches