Κρητῶν
Κρής, a Cretan
Κρήτη, Crete
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Κρής, Κρὴς | – | Κρῆτες |
| Genitive | Κρητὸς | – | Κρητῶν |
| Dative | – | – | Κρησί, Κρησὶν, Κρήτεσσι |
| Accusative | Κρῆτα, Κρῆτά | – | Κρῆτας |
| Vocative | – | – | Κρῆτες |
| Feminine | |
|---|---|
| Nominative | – |
| Genitive | Κρήσσας, Κρήσσης |
| Dative | – |
| Accusative | – |
| Vocative | – |
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Κρήτη | – | – |
| Genitive | Κρήτας, Κρήτης | – | Κρητάων |
| Dative | Κρήτῃ | – | – |
| Accusative | Κρήτην | – | – |
| Vocative | – | – | – |
Κρής
-
…οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν · Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται. πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο. νῦν δʼ ἄλλους μὲν πάντας…
Homer, Iliad
-
…. ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα · οἶδʼ ἀρετὴν οἷός ἐσσι · τί σε χρὴ ταῦτα λέγεσθαι ; εἰ γὰρ νῦν παρὰ νηυσὶ…
Homer, Iliad
-
…ἔχουσι τοὔνομα ἀπηγήσασθαι φασὶ τῆς Φοινίκης ἐς Τύρον προσσχόντας ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Εὐρώπην. εἴησαν δʼ ἄν οὗτοι Κρῆτες. ταῦτα μὲν δὴ ἴσα πρὸς ἴσα σφι γενέσθαι · μετὰ δὲ ταῦτα Ἕλληνας αἰτίους τῆς δευτέρης ἀδικίης γενέσθαι .…
Herodotus, The Histories
-
…κλισίῃσι λέλειπται οἰσόμενος · τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα · δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα…
Homer, Iliad
-
…υἱὸς Ἀπόλλων, φόρμιγγʼ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων, καλὰ καὶ ὕψι βιβάς · οἳ δὲ ῥήσσοντες ἕποντο Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήονʼ ἄειδον, οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν…
NA, Homeric Hymns
Κρήτη
-
…ἀπιέναι, εἰ μὴ ἠρέσκομεν ἡμεῖς μηδὲ δίκαιαι ἐφαίνοντό σοι αἱ ὁμολογίαι εἶναι. σὺ δὲ οὔτε Λακεδαίμονα προῃροῦ οὔτε Κρήτην, ἃς δὴ ἑκάστοτε φῂς εὐνομεῖσθαι, οὔτε ἄλλην οὐδεμίαν τῶν Ἑλληνίδων πόλεων οὐδὲ τῶν βαρβαρικῶν, ἀλλὰ ἐλάττω ἐξ…
Plato, Crito
-
…τοῦτο δὲ δὴ τί ἐστιν ; τοῦτʼ ἔστι τὸ πλοῖον, ὥς φασιν Ἀθηναῖοι, ἐν ᾧ Θησεύς ποτε εἰς Κρήτην τοὺς δὶς ἑπτὰ ἐκείνους ᾤχετο ἄγων καὶ ἔσωσέ τε καὶ αὐτὸς ἐσώθη. τῷ οὖν Ἀπόλλωνι ηὔξαντο ὡς λέγεται τότε…
Plato, Phaedo
-
…δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο, ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω, ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον · Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα, Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα Κρήτῃ ἐν εὐρείῃ…
Homer, Iliad
-
…ἀπλοίας ἐνδιέτριψεν οὐκ ὀλίγον χρόνον · οἱ δʼ ἐν τῇ Κυλλήνῃ Πελοποννήσιοι, ἐν τούτῳ ἐν ᾧ οἱ Ἀθηναῖοι περὶ Κρήτην κατείχοντο, παρεσκευασμένοι ὡς ἐπὶ ναυμαχίαν παρέπλευσαν ἐς Πάνορμον τὸν Ἀχαϊκόν, οὗπερ αὐτοῖς ὁ κατὰ γῆν στρατὸς τῶν Πελοποννησίων…
Thucydides, The Peloponnesian War
-
…, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε, κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν. ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν, ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα. ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη ἐσχατιῇ Γόρτυνος…
Homer, Odyssey