Κόρης
Κόρη, Persephone, daughter of Demeter (LSJ κόρη)
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Κούρη | – | – |
| Genitive | Κόρας, Κόρης, Κούρας | – | – |
| Dative | Κόρῃ, Κούρῃ | – | – |
| Accusative | Κόρην | – | Κόρας |
| Vocative | – | – | – |
-
…γυναῖκʼ ἐμοὶ μεθῇ. ἢν δʼ οὖν ἁμάρτω τῆσδʼ ἄγρας καὶ μὴ μόλῃ πρὸς αἱματηρὸν πέλανον, εἶμι τῶν κάτω Κόρης Ἄνακτός τʼ εἰς ἀνηλίους δόμους, αἰτήσομαί τε καὶ πέποιθʼ ἄξειν ἄνω Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου, ὅς…
Euripides, Alcestis
-
…ἅλωσις τῆς Μεσσήνης. ναυμαχία Καρχηδονίων πρὸς Διονύσιον μεγάλη καὶ νίκη Καρχηδονίων. σύλησις τῶν ναῶν τῆς τε Δήμητρος καὶ Κόρης ὑπὸ Καρχηδονίων. κόλασις ἐκ θεῶν τῶν ἱεροσύλων, καὶ φθορὰ τῆς Καρχηδονίων δυνάμεως ὑπὸ νόσου λοιμικῆς. ναυμαχία Συρακοσίων…
Diodorus Siculus, Library
-
…; πιστεύομεν ἀμπέλους τε φανῆναί πού ποτε πρότερον οὐκ οὔσας ; ὡσαύτως δὲ καὶ ἐλάας καὶ τὰ Δήμητρός τε καὶ Κόρης δῶρα ; Τριπτόλεμόν τέ τινα τῶν τοιούτων γενέσθαι διάκονον ; ἐν ᾧ δὲ μὴ ταῦτα ἦν τῷ χρόνῳ, μῶν…
Plato, Laws
-
…αἱ δέ εἰσιν αἱ Μεγάλαι θεαὶ Δημήτηρ καὶ Κόρη, καθότι ἐδήλωσα ἤδη καὶ ἐν τῇ Μεσσηνίᾳ συγγραφῇ · τὴν Κόρην δὲ Σώτειραν καλοῦσιν οἱ Ἀρκάδες. ἐπειργασμένοι δὲ ἐπὶ τύπων πρὸ τῆς ἐσόδου τῇ μὲν Ἄρτεμις, τῇ δὲ Ἀσκληπιός…
Pausanias, Description of Greece
-
…, καὶ ἄγουσιν ἐνταῦθα τὴν τελετὴν ταῖς θεαῖς. τοῦ ναοῦ δὲ τῶν Μεγάλων θεῶν ἐστιν ἱερὸν ἐν δεξιᾷ καὶ Κόρης · λίθου δὲ τὸ ἄγαλμα ποδῶν ὀκτὼ μάλιστα · ταινίαι δὲ ἐπέχουσι διὰ παντὸς τὸ βάθρον. ἐς τοῦτο τὸ…
Pausanias, Description of Greece