Λεύκιος
Λεύκιος, Lucius
Parsed as:
✓ Proper-name noun masculine nominative singular of Λεύκιος
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Λεύκιος | – | – |
| Genitive | Λευκίου | – | – |
| Dative | Λευκίῳ | – | – |
| Accusative | Λεύκιον | – | – |
| Vocative | – | – | – |
-
….. Ποιμὴν ὑπέσχετο στρατὸν εὔζωνον ἄξειν ὁδὸν ἀτριβῆ τρισὶν ἡμέραις. .. εὔζωνοι. Ὅτι Λεύκιος Κοΐντιος ἐς τὸν τῶν Ἀχαιῶν σύλλογον ἀπέστειλε πρέσβεις, οἳ μετὰ Ἀθηναίων καὶ Ῥοδίων ἔπειθον αὐτοὺς μεταθέσθαι πρὸς σφᾶς ἀπὸ…
Appian, Macedonian Affairs
-
…δὲ καὶ Ῥωμαίοις μετʼ οὐ πολὺ γίγνεται ναυμαχία περὶ Μυόννησον, ἐς ἣν συνῄεσαν Πολυξενίδας μὲν ναυσὶν ἐνενήκοντα καταφράκτοις, Λεύκιος δʼ ὁ Ῥωμαίων ναύαρχος ὀγδοήκοντα τρισί · τούτων ἦσαν ἐκ Ῥόδου πέντε καὶ εἴκοσιν. ὧν ὁ στρατηγὸς Εὔδωρος ἐτέτακτο…
Appian, The Syrian Wars
-
…αὐτοῖς πόλεις τε ἐς χειμασίαν καὶ τοὺς ἀπάξοντας ἐς τὰς πόλεις δοίη. Καθεζόμενος δʼ ἐπὶ τοῦ βήματος ἐκάλει τὸν Λεύκιον ἐκ τῆς Περυσίας μετὰ τῶν ἐν τέλει Ῥωμαίων. καὶ κατῄεσαν πολλοὶ μὲν ἀπὸ τῆς βουλῆς, πολλοὶ δὲ ἀπὸ…
Appian, The Civil Wars
-
…εἰς τὴν οἰκείαν, δεδιότες μὴ παρακούσαντες οἱ Ῥόδιοι περὶ τοῦ τὰς φρουρὰς ἐξαγαγεῖν αὖθις ἄλλην ἀρχὴν ἐγκλημάτων ποιήσωσιν. Λεύκιος δὲ Ἀνίκιος, καὶ αὐτὸς Ῥωμαίων στρατηγήσας, Ἰλλυριοὺς καταπολεμήσας καὶ αἰχμάλωτον ἀγαγὼν Γένθιον τὸν τῶν Ἰλλυριῶν βασιλέα σὺν τοῖς…
Polybius, Histories
-
…μετʼ ἀλλήλων. ἅμα δʼ ἡμέρᾳ τὸ πλέον ὅμως ἐξῄει καὶ ἐδίωκε τὸν Πομπήιον. Ὁ δὲ Καῖσαρ ἐν Κορφινίῳ Λεύκιον Δομίτιον τὸν ἐπιπεμφθέντα οἱ τῆς ἀρχῆς εἶναι διάδοχον καταλαβών, οὐ πάντας ἀμφʼ αὑτὸν ἔχοντα τοὺς τετρακισχιλίους, ἐπολιόρκει ·…
Appian, The Civil Wars