Λοξίᾳ
Λοξίας, Loxias
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Λοξίας, Λοξίης | – | – |
| Genitive | Λοξίεω, Λοξίου | – | – |
| Dative | Λοξίᾳ | – | – |
| Accusative | Λοξίαν | – | – |
| Vocative | Λοξία | – | – |
-
…ἐσχάτοις ὅροις · κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖν κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος. τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν ἐξήλασέν με κἀπέκλῃσε δωμάτων ἄκουσαν ἄκων · ἀλλʼ ἐπηνάγκαζέ νιν Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε. εὐθὺς δὲ…
Aeschylus, Prometheus Bound
-
…ἄναξ. τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις · Διὸς προφήτης δʼ ἐστὶ Λοξίας πατρός. τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς. Παλλὰς προναία δʼ ἐν λόγοις πρεσβεύεται · σέβω δὲ νύμφας, ἔνθα…
Aeschylus, Eumenides
-
…δεινόν, ὦ ξένε. ἦ ῥητόν ; ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι ; μάλιστά γʼ · εἶπε γάρ με Λοξίας ποτὲ χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν. ὧν οὕνεχʼ ἡ Κόρινθος ἐξ ἐμοῦ…
Sophocles, Oedipus Tyrannus
-
…ἀλλʼ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν. ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν, σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους, πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά. αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης. εἶεν · τόδʼ…
Aeschylus, Eumenides
-
…πράσσων πλέον. ἀλλʼ ἦν παλαιστὴς κάρτʼ ἐμοὶ πνέων χάριν. ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ ; ξυναινέσασα Λοξίαν ἐψευσάμην. ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη ; ἤδη πολίταις πάντʼ ἐθέσπιζον πάθη. πῶς δῆτʼ ἄνατος ἦσθα Λοξίου κότῳ ;…
Aeschylus, Agamemnon