Λῆμνον
Λῆμνος, Lemnos
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Λῆμνος, Λῆμνός | – | – |
| Genitive | Λήμνοιο, Λήμνου | – | – |
| Dative | Λήμνῳ | – | – |
| Accusative | Λῆμνον | – | – |
| Vocative | – | – | – |
-
…δʼ ἐν ἑκάστῃ πεντήκοντα ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι. ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου · ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων ·…
Homer, Iliad
-
…Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας. φρυκτὸς δὲ φρυκτὸν δεῦρʼ ἀπʼ ἀγγάρου πυρὸς ἔπεμπεν · Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας Λήμνου · μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο, ὑπερτελής τε, πόντον ὥστε νωτίσαι, ἰσχὺς…
Aeschylus, Agamemnon
-
…δʼ ἐς δῖαν Ἀρίσβην · ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα. ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν ἐλθὼν ἐκ Λήμνοιο · δυωδεκάτῃ δέ μιν αὖτις χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι…
Homer, Iliad
-
…ἀλεξέμεναι μεμαῶτα ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν · ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα. ὣς φάτο, μείδησεν δὲ…
Homer, Iliad
-
…θεῶν μακάρων · πέρι γὰρ δολόεντα τέτυκτο. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν, εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον, ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης, ὡς ἴδεν…
Homer, Odyssey