Μωυσῇ
Μωυσῆς, Moses
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Μωυσῆς, Μωσῆς | – | – |
| Genitive | Μωυσέος, Μωυσέως, Μωσήους | – | – |
| Dative | Μωυσεῖ, Μωυσῇ, Μωσῇ | – | – |
| Accusative | Μωυσῆν, Μωσῆν | – | – |
| Vocative | Μωυσῆ | – | – |
-
…. ὅτι δʼ οὐκ ἀνεμίχθησαν ἡμῖν ὕστερον τῶν Αἰγυπτίων οἱ τὰ σώματα λελωβημένοι, καὶ ὅτι ἐκ τούτων οὐκ ἦν Μωυσῆς ὁ τὸν λαὸν ἀγαγών, ἀλλὰ πολλαῖς ἐγεγόνει γενεαῖς πρότερον, ταῦτα πειράσομαι διὰ τῶν ὑπʼ αὐτοῦ λεγομένων ἐλέγχειν .…
Flavius Josephus, Against Apion
-
…ἡμέραις πίδαξιν ὀλίγαις ἐντυγχάνοντες καὶ τότε παντάπασιν ἄνυδρον εὑρόντες τὴν γῆν, ἐν κακοῖς ἦσαν καὶ πάλιν διʼ ὀργῆς τὸν Μωυσῆν ἐποιοῦντο. ὁ δὲ τὴν ὁρμὴν τοῦ πλήθους πρὸς μικρὸν ἐκκλίνας ἐπὶ λιτὰς τρέπεται τοῦ θεοῦ παρακαλῶν ὡς τροφὴν ἔδωκεν…
Flavius Josephus, Antiquities of the Jews
-
…τῆς Λευίτιδος φυλῆς τὴν τιμὴν ὁ θεός τινι παρασχεῖν ἔκρινεν, ἐγὼ ταύτης δικαιότερος τυγχάνειν γένει μὲν ὁ αὐτὸς ὢν Μωυσεῖ, πλούτῳ δὲ καὶ ἡλικίᾳ διαφέρων · εἰ δὲ τῇ πρεσβυτάτῃ τῶν φυλῶν, εἰκότως ἂν ἡ Ῥουβήλου τὴν τιμὴν…
Flavius Josephus, Antiquities of the Jews
-
…καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι ; καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπαν Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί · ἡμεῖς οἴδαμεν ὅτι Μωυσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. ἀπεκρίθη ὁ…
NA, New Testament
-
…γὰρ οὐκ ἐτόλμων ἀπαντᾶν οἱ πολέμιοι, συνέτυχέ τι τοιοῦτον. Θάρβις θυγάτηρ ἦν τοῦ Αἰθιόπων βασιλέως. αὕτη τὸν Μωυσῆν πλησίον τοῖς τείχεσι προσάγοντα τὴν στρατιὰν καὶ μαχόμενον γενναίως ἀποσκοποῦσα καὶ τῆς ἐπινοίας τῶν ἐγχειρήσεων θαυμάζουσα, καὶ τοῖς τε…
Flavius Josephus, Antiquities of the Jews