Νεοπτόλεμον
Νεοπτόλεμος, Neoptolemus, ‘new-warrior’
Morpho works with a static database. If you like, you can compare the output of Morpheus.
Parsed as:
✓ Proper-name noun masculine accusative singular of Νεοπτόλεμος
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Νεοπτόλεμος | – | – |
| Genitive | Νεοπτολέμοιο, Νεοπτολέμου | – | – |
| Dative | – | – | – |
| Accusative | Νεοπτόλεμον | – | – |
| Vocative | Νεοπτόλεμε | – | – |
-
…, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον · ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι, αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις · αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης ἤγαγον ἐκ Σκύρου…
Homer, Odyssey
-
…ἥδε τῆς περιρρύτου χθονὸς Λήμνου, βροτοῖς ἄστιπτος οὐδʼ οἰκουμένη, ἔνθʼ, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς Ἀχιλλέως παῖ Νεοπτόλεμε, τὸν Μηλιᾶ Ποίαντος υἱὸν ἐξέθηκʼ ἐγώ ποτε, ταχθεὶς τόδʼ ἔρδειν τῶν ἀνασσόντων ὕπο, νόσῳ καταστάζοντα διαβόρῳ πόδα…
Sophocles, Philoctetes
-
…ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω · ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός, εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής. πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο αὐτοῦ ἐνὶ Τροίῃ ,…
Homer, Iliad
-
…πρόσχημα δέ μοί ἐστι καὶ ἀρχὴ τοιάδε τις τοῦ λόγου. ἐπειδὴ ἡ Τροία ἥλω, λέγει ὁ λόγος ὅτι Νεοπτόλεμος Νέστορα ἔροιτο ποῖά ἐστι καλὰ ἐπιτηδεύματα, ἃ ἄν τις ἐπιτηδεύσας νέος ὢν εὐδοκιμώτατος γένοιτο · μετὰ ταῦτα δὴ λέγων…
Plato, Hippias Major
-
…χρή. ἐφʼ ἧς δʼ ἔχεις, Ὀρέστα, φάσγανον δέρῃ, γῆμαι πέπρωταί σʼ Ἑρμιόνην · ὃς δʼ οἴεται Νεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε. θανεῖν γὰρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει, δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με .…
Euripides, Orestes