Παρθυαῖοι
Παρθυαῖος, Parthian
| Masculine | |
|---|---|
| Nominative | Παρθυαῖοι |
| Genitive | Παρθυαίων |
| Dative | Παρθυαίοις |
| Accusative | Παρθυαίους |
| Vocative | – |
-
…βουλόμενος συνάγει δʼ οὖν στρατὸν ὅσον ἐδύνατο πλεῖστον καὶ ἤλαυνεν οὐκ ἀνασχετὸν ὑπολαμβάνων ἔτι καὶ αὐτὸς τὴν σωτηρίαν, εἰ Παρθυαῖος ὢν ὑπὸ Ἰουδαίου περιωθοῖτο ἀντιπολεμοῦντος. Ἀνιλαῖος δὲ ὡς μανθάνει προσελαύνοντα δυνάμει πολλῇ τὸν Μιθριδάτην ἄδοξον ἡγησάμενος τὸ μένειν ἐν…
Flavius Josephus, Antiquities of the Jews
-
…διὰ τοῦ πτώματος, ἀπελπίσαντες σφᾶς αὐτοὺς παρέδοσαν. Ἀχριανή, πόλις Ὑρκανίας. Πολύβιος δεκάτῳ. Καλλιόπη, πόλις Παρθυαίων. Πολύβιος δεκάτῳ. . Βουλόμενοι δʼ οἱ ὕπατοι κατοπτεῦσαι σαφῶς τὰ πρὸς τὴν τῶν ὑπεναντίων στρατοπεδείαν…
Polybius, Histories
-
…δὲ ὑπὸ τῶν παλαιῶν ὁ Ὦχος ὀνομάζεται · Ἀπολλόδωρος μέντοι ὁ τὰ Παρθικὰ γράψας συνεχῶς αὐτὸν ὀνομάζει ὡς ἐγγυτάτω τοῖς Παρθυαίοις ῥέοντα. προσεδοξάσθη δὲ καὶ περὶ τῆς θαλάττης ταύτης πολλὰ ψευδῆ διὰ τὴν Ἀλεξάνδρου φιλοτιμίαν · ἐπειδὴ γὰρ ὡμολόγητο ἐκ…
Strabo, Geography
-
…γενέσθαι · μιαροὺς δὲ ἐπὶ ἑπτὰ ἡμέρας εἶναι τοὺς οἰκήτορας ἀγορεύει ἡμῖν τὸ νόμιμον. Τελευτᾷ δὲ καὶ Φραάτης ὁ Παρθυαίων βασιλεὺς κατὰ τοῦτον τὸν χρόνον ἐπιβουλῆς αὐτῷ γενομένης ὑπὸ Φραατάκου τοῦ υἱέος κατὰ τοιαύτην αἰτίαν. Φραάτης παίδων αὐτῷ γενομένων…
Flavius Josephus, Antiquities of the Jews
-
…χειμάδιον τοῖς Πέρσαις · ὁμοίως δὲ καὶ τοῖς ἐκείνους καταλύσασι Μακεδόσι τοῖς τὴν Συρίαν ἔχουσι, καὶ νῦν ἔτι τοῖς Παρθυαίων βασιλεῦσι τὴν αὐτὴν παρέχεται χρείαν τε καὶ ἀσφάλειαν. ὁρίζεται δʼ ἀπὸ μὲν τῆς ἕω τῇ τε Παρθυαίᾳ καὶ τοῖς…
Strabo, Geography