Παφλαγόνι
Παφλαγών, a Paphlagonian
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Παφλαγών, Παφλαγὼν | – | Παφλαγόνες |
| Genitive | Παφλαγόνος | – | Παφλαγόνων |
| Dative | – | – | Παφλαγόνεσσι, Παφλαγόσι |
| Accusative | Παφλαγόνʼ, Παφλαγόνα | – | Παφλαγόνας |
| Vocative | Παφλαγὼν | – | – |
-
…Φρύγας · παραμειβόμενος δὲ τούτους καὶ ῥέων ἄνω πρὸς βορέην ἄνεμον ἔνθεν μὲν Συρίους Καππαδόκας ἀπέργει, ἐξ εὐωνύμου δὲ Παφλαγόνας. οὕτω ὁ Ἅλυς ποταμὸς ἀποτάμνει σχεδὸν πάντα τῆς Ἀσίης τὰ κάτω ἐκ θαλάσσης τῆς ἀντίον Κύπρου ἐς τὸν Εὔξεινον…
Herodotus, The Histories
-
…παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμοῦ, ὃς ῥέων ἀπὸ μεσαμβρίης μεταξὺ Συρίων τε καὶ Παφλαγόνων ἐξιεῖ πρὸς βορέην ἄνεμον ἐς τὸν Εὔξεινον καλεόμενον πόντον. οὗτος ὁ Κροῖσος βαρβάρων πρῶτος τῶν ἡμεῖς ἴδμεν τοὺς μὲν…
Herodotus, The Histories
-
…ὥς τε σκώληξ ἐπὶ γαίῃ κεῖτο ταθείς · ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο, ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν ἀχνύμενοι · μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων…
Homer, Iliad
-
…οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος. τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη · ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι · τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν. ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς ἀφνειός τʼ ἀγαθός τε…
Homer, Iliad
-
…ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων, αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην. ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων. τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας · Ἀντίλοχος δὲ Μύδωνα βάλʼ…
Homer, Iliad