Περσέων
Πέρσης, a Persian; Perses (pr.n.)
Περσεύς, Perseus
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Πέρσας, Πέρσης | – | Πέρσαι |
| Genitive | Πέρσεω, Πέρσου | – | Περσᾶν, Περσέων, Περσῶν |
| Dative | Πέρσῃ | – | Πέρσαις, Πέρσῃσι |
| Accusative | Πέρσην | – | Πέρσας |
| Vocative | Πέρσα, Πέρση | – | Πέρσαι |
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Περσεύς, Περσεὺς | – | – |
| Genitive | Περσέως | – | – |
| Dative | – | – | – |
| Accusative | Περσέα, Περσῆα | – | – |
| Vocative | – | – | – |
Πέρσης
-
…δʼ ἄνθος οἴχεται πεσόν. ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά · ὅμως δʼ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος, Πέρσαι · στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων. ἄνιʼ ἄνια κακὰ νεόκοτα καὶ δάιʼ ·. αἰαῖ, διαίνεσθε, Πέρσαι…
Aeschylus, Persians
-
…μὲν αὐτῶν ὁ Κῦρος συνάλισε καὶ ἀνέπεισε ἀπίστασθαι ἀπὸ Μήδων. ἔστι δὲ τάδε, ἐξ ὧν ὧλλοι πάντες ἀρτέαται Πέρσαι, Πασαργάδαι Μαράφιοι Μάσπιοι. τούτων Πασαργάδαι εἰσὶ ἄριστοι, ἐν τοῖσι καὶ Ἀχαιμενίδαι εἰσὶ φρήτρη, ἔνθεν οἱ βασιλέες…
Herodotus, The Histories
-
…καὶ ἄνευ ταύτης τῆς ὑποθήκης βασιλεῦσαι ἂν Ξέρξης · ἡ γὰρ Ἄτοσσα εἶχε τὸ πᾶν κράτος. ἀποδέξας δὲ βασιλέα Πέρσῃσι Ξέρξεα Δαρεῖος ὁρμᾶτο στρατεύεσθαι. ἀλλὰ γὰρ μετὰ ταῦτά τε καὶ Αἰγύπτου ἀπόστασιν τῷ ὑστέρῳ ἔτεϊ παρασκευαζόμενον συνήνεικε αὐτὸν Δαρεῖον…
Herodotus, The Histories
-
…, βασιλεύσας τὰ πάντα ἑνὸς δέοντα τριήκοντα ἔτεα. ἀσκὸν δὲ πλήσασα αἵματος ἀνθρωπηίου Τόμυρις ἐδίζητο ἐν τοῖσι τεθνεῶσι τῶν Περσέων τὸν Κύρου νέκυν, ὡς δὲ εὗρε, ἐναπῆκε αὐτοῦ τὴν κεφαλὴν ἐς τὸν ἀσκόν, λυμαινομένη δὲ τῷ νεκρῷ…
Herodotus, The Histories
-
…σηκόν · ἀμπέλου δέ νιν πέριξ ἐγὼ ʼκάλυψα βοτρυώδει χλόῃ. λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας Φρυγῶν τε, Περσῶν θʼ ἡλιοβλήτους πλάκας Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα Μήδων ἐπελθὼν Ἀραβίαν τʼ εὐδαίμονα Ἀσίαν τε πᾶσαν, ἣ…
Euripides, Bacchae
Περσεύς
-
…φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων. Περσεὺς δʼ ἀμνίον εἶχε · γέρων δʼ ἱππηλάτα Νέστωρ χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ εὔχετʼ ἀπαρχόμενος ,…
Homer, Odyssey
-
…, οὖρος Ἀχαιῶν, σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης. τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως, πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον…
Homer, Odyssey
-
…ὁ προσαγορευθεὶς συμμαχικὸς πόλεμος, ὃν πρῶτον ἐξήνεγκε μετʼ Ἀχαιῶν πρὸς Αἰτωλοὺς Φίλιππος, Δημητρίου μὲν υἱός, πατὴρ δὲ Περσέως, παρὰ δὲ τοῖς τὴν Ἀσίαν κατοικοῦσιν ὁ περὶ Κοίλης Συρίας, ὃν Ἀντίοχος καὶ Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐπολέμησαν πρὸς…
Polybius, Histories
-
…ἀγήρῳ, αἱ δύο · τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν. τῆς ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, ἐξέθορε Χρυσάωρ τε μέγας καὶ Πήγασος ἵππος. τῷ μὲν ἐπώνυμον ἦν, ὅτʼ ἄρʼ Ὠκεανοῦ περὶ…
Hesiod, Theogony
-
…ποτʼ ὄψεται. καὶ μὴν ὅδʼ αὐτὸς τῆσδε κοίρανος χθονὸς Ἄδμητος ἔξω δωμάτων πορεύεται. χαῖρʼ, ὦ Διὸς παῖ Περσέως τʼ ἀφʼ αἵματος. Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ. θέλοιμʼ ἄν · εὔνουν δʼ ὄντα σʼ…
Euripides, Alcestis