Ποιναὶ
ποινή, quit-money for blood spilt
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ποινά, ποινὰ, ποινή, ποινὴ, Ποινή | – | Ποιναὶ |
| Genitive | ποινᾶς, ποινῆς | – | – |
| Dative | – | – | ποιναῖς, ποιναῖσι |
| Accusative | ποινάν, ποινήν, ποινὴν | – | ποινάς, ποινὰς, Ποινὰς |
| Vocative | – | – | – |
-
…πᾶν ἔπραξας ὢν παναίτιος. πῶς δή ; τοσοῦτο μῆκος ἔκτεινον λόγου. ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν. ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν ; κἄπειθʼ ὑπέστης αἵματος δέκτωρ νέου. καὶ προστραπέσθαι τούσδʼ ἐπέστελλον δόμους. καὶ…
Aeschylus, Eumenides
-
…τάλας. ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος. τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος. ἆ ἆ ἔα ἔα. τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μʼ ἀφεγγής ,…
Aeschylus, Prometheus Bound
-
…βουλαῖς Ταρτάρου μελαμβαθὴς κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον αὐτοῖσι συμμάχοισι. τοιάδʼ ἐξ ἐμοῦ ὁ τῶν θεῶν τύραννος ὠφελημένος κακαῖσι ποιναῖς ταῖσδὲ μʼ ἐξημείψατο. ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι. ὃ δʼ οὖν…
Aeschylus, Prometheus Bound
-
…οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων νηλής · καὶ μέν τίς τε κασιγνήτοιο φονῆος ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος · καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας, τοῦ δέ τʼ…
Homer, Iliad
-
…Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν · ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν · ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο καὶ πέμπʼ ,…
Homer, Odyssey