Φάραγγα
φάραγξ, a cleft
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | φάραγξ | – | φάραγγες |
| Genitive | φάραγγος | – | – |
| Dative | φάραγγι, φάραγγί | – | – |
| Accusative | Φάραγγα, φάραγγα | – | φάραγγας |
| Vocative | – | – | – |
-
…, σφῷν μὲν ἐντολὴ Διὸς ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι · ἐγὼ δʼ ἄτολμός εἰμι συγγενῆ θεὸν δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ. πάντως δʼ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν · ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ. τῆς ὀρθοβούλου Θέμιδος…
Aeschylus, Prometheus Bound
-
…τὴν ὀχυρότητα τοῦ φρουρίου τοιοῦδε τὴν φύσιν ὑπάρχοντος · Πέτραν οὐκ ὀλίγην τῇ περιόδῳ καὶ μῆκος ὑψηλὴν πανταχόθεν περιερρώγασι βαθεῖαι φάραγγες κάτωθεν ἐξ ἀοράτου τέρματος κρημνώδεις καὶ πάσῃ βάσει ζῴων ἀπρόσιτοι, πλὴν ὅσον κατὰ δύο τόπους τῆς πέτρας εἰς ἄνοδον…
Flavius Josephus, Jewish War
-
…αὐτόν. ὁ δὲ τοιούτου πάλιν ἐκ μεταβολῆς τῆς ἀπὸ τοῦ βασκάνου πειραθεὶς Ἀβιμελέχου τότε μὲν ἀνεχώρησεν εἰς τὴν λεγομένην Φάραγγα χωρίον οὐ μακρὰν Γεράρων, ὀρύσσοντι δʼ αὐτῷ φρέαρ ποιμένες ἐπιπεσόντες εἰς μάχην ἐχώρησαν κωλύοντες τὸ ἔργον, καὶ μὴ…
Flavius Josephus, Antiquities of the Jews
-
…οἱ Λακεδαιμόνιοι ὑπῆρξαν, τοὺς ἐμπόρους οὓς ἔλαβον Ἀθηναίων καὶ τῶν ξυμμάχων ἐν ὁλκάσι περὶ Πελοπόννησον πλέοντας ἀποκτείναντες καὶ ἐς φάραγγας ἐσβαλόντες. πάντας γὰρ δὴ κατʼ ἀρχὰς τοῦ πολέμου Λακεδαιμόνιοι ὅσους λάβοιεν ἐν τῇ θαλάσσῃ ὡς πολεμίους διέφθειρον, καὶ…
Thucydides, The Peloponnesian War
-
…Ποτειδαίας καὶ τῶν ἐπὶ Θρᾴκης πάντα ἐφαίνετο πράξας, ἀκρίτους καὶ βουλομένους ἔστιν ἃ εἰπεῖν αὐθημερὸν ἀπέκτειναν πάντας καὶ ἐς φάραγγα ἐσέβαλον, δικαιοῦντες τοῖς αὐτοῖς ἀμύνεσθαι οἷσπερ καὶ οἱ Λακεδαιμόνιοι ὑπῆρξαν, τοὺς ἐμπόρους οὓς ἔλαβον Ἀθηναίων καὶ τῶν ξυμμάχων…
Thucydides, The Peloponnesian War