αἰγιαλούς
αἰγιαλός, the sea-shore, beach, strand
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | αἰγιαλὸς | – | αἰγιαλοὶ |
| Genitive | αἰγιαλοῖο, αἰγιαλοῦ | – | – |
| Dative | αἰγιαλῷ | – | αἰγιαλοῖς |
| Accusative | αἰγιαλὸν | – | αἰγιαλούς |
| Vocative | – | – | – |
-
…δʼ ἐποίει τέτταρας ἡμέρας · καὶ οἱ Ἀθηναῖοι ἐπανήγοντο. Ἀλκιβιάδης δὲ κατιδὼν ἐκ τῶν τειχῶν τοὺς μὲν Ἀθηναίους ἐν αἰγιαλῷ ὁρμοῦντας καὶ πρὸς οὐδεμιᾷ πόλει, τὰ δʼ ἐπιτήδεια ἐκ Σηστοῦ μετιόντας πεντεκαίδεκα σταδίους ἀπὸ τῶν νεῶν, τοὺς δὲ…
Xenophon, Hellenica
-
…τὰς γὰρ πρώτας πεδίονδε εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν. οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί · τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης ἠϊόνος στόμα μακρόν, ὅσον…
Homer, Iliad
-
…. τῶν δὲ πόλεων ὅσαι μὲν νεώτατα ᾠκίσθησαν καὶ ἤδη πλωιμωτέρων ὄντων, περιουσίας μᾶλλον ἔχουσαι χρημάτων ἐπʼ αὐτοῖς τοῖς αἰγιαλοῖς τείχεσιν ἐκτίζοντο καὶ τοὺς ἰσθμοὺς ἀπελάμβανον ἐμπορίας τε ἕνεκα καὶ τῆς πρὸς τοὺς προσοίκους ἕκαστοι ἰσχύος · αἱ δὲ παλαιαὶ…
Thucydides, The Peloponnesian War
-
…, ἐκέλευον ἀπογράφεσθαι πάντας · τὸν δὲ ἀπογραψάμενον ἀεὶ διὰ τῆς πυλίδος ἐπὶ τὴν θάλατταν ἐξιέναι. ἐπὶ δὲ τῷ αἰγιαλῷ τοὺς μὲν ἱππέας ἔνθεν καὶ ἔνθεν κατέστησαν, τὸν δʼ ἐξιόντα ἀεὶ οἱ ὑπηρέται συνέδουν. ἐπεὶ δὲ πάντες συνειλημμένοι…
Xenophon, Hellenica
-
…τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης δικτύῳ ἐξέρυσαν πολυωπῷ · οἱ δέ τε πάντες κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται · τῶν μέν…
Homer, Odyssey