αἰσθητάς
αἰσθητής, one who perceives
αἰσθητός, perceptible by the senses
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | αἰσθητής | – | – |
| Genitive | – | – | – |
| Dative | – | – | – |
| Accusative | – | – | – |
| Vocative | – | – | – |
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | – | – | – |
| Genitive | – | – | αἰσθητοῦ |
| Dative | αἰσθητῷ | – | – |
| Accusative | – | αἰσθητὴν | αἰσθητόν |
| Vocative | – | – | – |
| Feminine | Neuter | |
|---|---|---|
| Nominative | αἰσθηταί, αἰσθηταὶ | – |
| Genitive | – | αἰσθητῶν |
| Dative | – | – |
| Accusative | αἰσθητάς, αἰσθητὰς | αἰσθητά, αἰσθητὰ |
| Vocative | – | – |
αἰσθητής
-
…ἀφομοιώματα καλῶς μέλλοντι δέχεσθαι πάντων ἐκτὸς αὐτῷ προσήκει πεφυκέναι τῶν εἰδῶν. διὸ δὴ τὴν τοῦ γεγονότος ὁρατοῦ καὶ πάντως αἰσθητοῦ μητέρα καὶ ὑποδοχὴν μήτε γῆν μήτε ἀέρα μήτε πῦρ μήτε ὕδωρ λέγωμεν, μήτε ὅσα ἐκ τούτων μήτε ἐξ ὧν…
Plato, Timaeus
-
…σχήματα καὶ τῶν ὀσμῶν τὰς πλείστας καὶ τὰς τῶν φθόγγων καὶ ὅσα τὰς ἐνδείας ἀναισθήτους ἔχοντα καὶ ἀλύπους τὰς πληρώσεις αἰσθητὰς καὶ ἡδείας καθαρὰς λυπῶν παραδίδωσιν. πῶς δὴ ταῦτα, ὦ Σώκρατες, αὖ λέγομεν οὕτω ; πάνυ μὲν οὖν…
Plato, Philebus
-
…τῶν τοῦ σώματος μορίων αἰσθήσεις κεκτημένα καὶ λύπας ἐν αὑτοῖς ἡδονάς θʼ ἅμα ἑπομένας ἔχει. ὧδʼ οὖν κατὰ παντὸς αἰσθητοῦ καὶ ἀναισθήτου παθήματος τὰς αἰτίας λαμβάνωμεν, ἀναμιμνῃσκόμενοι τὸ τῆς εὐκινήτου τε καὶ δυσκινήτου φύσεως ὅτι διειλόμεθα ἐν τοῖς πρόσθεν…
Plato, Timaeus
-
…ἕνεκα θηρεύειν οὐδεὶς ἂν ἐθελήσειεν νοῦν ἔχων · ἀλλʼ οἶμαι τοὺς πλείστους λέληθεν ὅτι τοῖς μὲν τῶν ὄντων ῥᾳδίως καταμαθεῖν αἰσθηταί τινες ὁμοιότητες πεφύκασιν, ἃς οὐδὲν χαλεπὸν δηλοῦν, ὅταν αὐτῶν τις βουληθῇ τῷ λόγον αἰτοῦντι περί του μὴ μετὰ…
Plato, Statesman
-
…πῶς ἂν οὖν ἀψευδὴς ὢν καὶ μὴ πταίων τῇ διανοίᾳ περὶ τὰ ὄντα ἢ γιγνόμενα οὐκ ἐπιστήμων ἂν εἴην ὧνπερ αἰσθητής ; οὐδαμῶς ὅπως οὔ. παγκάλως ἄρα σοι εἴρηται ὅτι ἐπιστήμη οὐκ ἄλλο τί ἐστιν ἢ αἴσθησις, καὶ εἰς…
Plato, Theaetetus
αἰσθητός
-
…ὃ ἂν περὶ τὸ ὄν τε ᾖ καὶ τὸ ἀόρατον, ἐάν τέ τις ἄνω κεχηνὼς ἢ κάτω συμμεμυκὼς τῶν αἰσθητῶν τι ἐπιχειρῇ μανθάνειν, οὔτε μαθεῖν ἄν ποτέ φημι αὐτόν ἐπιστήμην γὰρ οὐδὲν ἔχειν τῶν τοιούτων οὔτε ἄνω ἀλλὰ κάτω…
Plato, Republic
-
…ἑκάσταις ὁμόγονον, ὄψεσι μὲν χρώματα παντοδαπαῖς παντοδαπά, ἀκοαῖς δὲ ὡσαύτως φωναί, καὶ ταῖς ἄλλαις αἰσθήσεσι τὰ ἄλλα αἰσθητὰ συγγενῆ γιγνόμενα. τί δὴ οὖν ἡμῖν βούλεται οὗτος ὁ μῦθος, ὦ Θεαίτητε, πρὸς τὰ πρότερα ; ἆρα…
Plato, Theaetetus
-
…τοῦ παντὸς ἀρχὴν ἰών, ἁψάμενος αὐτῆς, πάλιν αὖ ἐχόμενος τῶν ἐκείνης ἐχομένων, οὕτως ἐπὶ τελευτὴν καταβαίνῃ, αἰσθητῷ παντάπασιν οὐδενὶ προσχρώμενος, ἀλλʼ εἴδεσιν αὐτοῖς διʼ αὐτῶν εἰς αὐτά, καὶ τελευτᾷ εἰς εἴδη. μανθάνω, ἔφη…
Plato, Republic
-
…αὑτὸ εἶναι, μηδʼ αὖ τὸ ποιοῦν ἢ πάσχον, ἀλλʼ ἐξ ἀμφοτέρων πρὸς ἄλληλα συγγιγνομένων τὰς αἰσθήσεις καὶ τὰ αἰσθητὰ ἀποτίκτοντα τὰ μὲν ποιʼ ἄττα γίγνεσθαι, τὰ δὲ αἰσθανόμενα. μέμνημαι · πῶς δʼ οὔ ; τὰ μὲν τοίνυν…
Plato, Theaetetus
-
…δὲ καὶ ἄλλως ἀναίσθητον, τοῦτο ὃ δὴ νόησις εἴληχεν ἐπισκοπεῖν · τὸ δὲ ὁμώνυμον ὅμοιόν τε ἐκείνῳ δεύτερον, αἰσθητόν, γεννητόν, πεφορημένον ἀεί, γιγνόμενόν τε ἔν τινι τόπῳ καὶ πάλιν ἐκεῖθεν ἀπολλύμενον, δόξῃ μετʼ αἰσθήσεως περιληπτόν…
Plato, Timaeus