αὔτως
αὔτως, in this very manner, even so, just so, as it is
Other forms of αὔτως: αὔτως, αὕτως
-
…τινες, ὦ ἄριστε, καὶ τούτων ἀγνοοῖεν ὧν πωλοῦσιν ὅτι χρηστὸν ἢ πονηρὸν πρὸς τὴν ψυχήν · ὡς δʼ αὕτως καὶ οἱ ὠνούμενοι παρʼ αὐτῶν, ἐὰν μή τις τύχῃ περὶ τὴν ψυχὴν αὖ ἰατρικὸς ὤν. εἰ μὲν οὖν…
Plato, Protagoras
-
…μείλινον ἄγχι παραστὰς πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν, ἀντικρὺ δʼ ἀπάραξε · τὸ μὲν Τελαμώνιος Αἴας πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα. γνῶ δʼ Αἴας κατὰ θυμὸν…
Homer, Iliad
-
…μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην, σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης. ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι. ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ…
Homer, Odyssey
-
…ἔχουσιν · ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω ἡμῖν ἀμφοτέροισι · σὲ δὲ φράζεσθαι ἄνωγα. δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων, ἔργα μετερχόμενος · τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ. ἀλλʼ…
Homer, Odyssey
-
…ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ. ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ, τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι Ἀστυάνακτʼ · οἶος γὰρ ἐρύετο…
Homer, Iliad