βιότῳ
βίοτος, life
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | βίοτος | – | – |
| Genitive | βιότοιο, βιότοιό, βιότου | – | – |
| Dative | βιότῳ | – | – |
| Accusative | βίοτον, βίοτόν | – | βιότους |
| Vocative | – | – | – |
-
…, ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας, Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο. ὁ δʼ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον, πᾶσιν προφωνεῖ…
Aeschylus, Persians
-
…τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή · ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ δεινός · ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν ,…
Homer, Iliad
-
…δὲ σκότος ὄσσε κάλυψεν. Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι. πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. ἀλλά οἱ οὔ τις τῶν γε…
Homer, Iliad
-
…ἐκ χειρῶν ἔπτατο τεύχεα, πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης · πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο. σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς, οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις. καὶ τότε δὴ Κρονίδης…
Homer, Odyssey
-
…δʼ αὐτοῖς δαῖτα πένεσθαι ; μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν · οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν, κτῆσιν Τηλεμάχοιο δαΐφρονος · οὐδέ τι πατρῶν ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες, οἷος Ὀδυσσεὺς…
Homer, Odyssey