γεφύρας
γέφυρα, γέφῡρα, γεφύρᾱς, ἡ, bridge
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | γέφυρα | – | γέφυραι |
| Genitive | γεφύρας, γεφύρης | – | γεφυρέων, γεφυρῶν |
| Dative | – | – | γεφύραις |
| Accusative | γέφυραν | – | γεφύρας |
| Vocative | – | – | – |
-
…· ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας ἡνιόχους ποθέοντες ἀμύμονας · οἳ δʼ ἐπὶ γαίῃ κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν. Ἕκτορα δʼ ἐκ βελέων…
Homer, Iliad
-
…ἀρχαῖα ῥέεθρα ἐκ τῆς λίμνης ἐξήγαγε, καὶ οὕτω τὸ ὀρυχθὲν ἕλος γενόμενον ἐς δέον ἐδόκεε γεγονέναι καὶ τοῖσι πολιήτῃσι γέφυρα ἦν κατεσκευασμένη. ἡ δʼ αὐτὴ αὕτη βασίλεια καὶ ἀπάτην τοιήνδε τινὰ ἐμηχανήσατο · ὑπὲρ τῶν μάλιστα λεωφόρων πυλέων τοῦ…
Herodotus, The Histories
-
…διὰ τῆς Λυδίας σταθμοὺς τρεῖς παρασάγγας εἴκοσι καὶ δύο ἐπὶ τὸν Μαίανδρον ποταμόν. τούτου τὸ εὖρος δύο πλέθρα · γέφυρα δὲ ἐπῆν ἐζευγμένη πλοίοις. τοῦτον διαβὰς ἐξελαύνει διὰ Φρυγίας σταθμὸν ἕνα παρασάγγας ὀκτὼ εἰς Κολοσσάς, πόλιν οἰκουμένην καὶ…
Xenophon, Anabasis
-
…κατὰ τὸν αὐτὸν λόγον τῷ τείχεϊ, τοῦτο δὲ κατὰ μέσην κου μάλιστα τὴν πόλιν τοῖσι λίθοισι τοὺς ὠρύξατο οἰκοδόμεε γέφυραν, δέουσα τοὺς λίθους σιδήρῳ τε καὶ μολύβδῳ. ἐπιτείνεσκε δὲ ἐπʼ αὐτήν, ὅκως μὲν ἡμέρη γίνοιτο, ξύλα…
Herodotus, The Histories
-
…νύκτας κλέπτοιεν παρʼ ἀλλήλων. ὡς δὲ τό τε ὀρυχθὲν λίμνη πλήρης ἐγεγόνεε ὑπὸ τοῦ ποταμοῦ καὶ τὰ περὶ τὴν γέφυραν ἐκεκόσμητο, τὸν Εὐφρήτην ποταμὸν ἐς τὰ ἀρχαῖα ῥέεθρα ἐκ τῆς λίμνης ἐξήγαγε, καὶ οὕτω τὸ ὀρυχθὲν ἕλος γενόμενον…
Herodotus, The Histories