γλαυκῶπις
γλαυκῶπις, with gleaming eyes, brighteyed
| Feminine | |
|---|---|
| Nominative | γλαυκῶπις |
| Genitive | γλαυκώπιδος |
| Dative | γλαυκώπιδι |
| Accusative | Γλαυκώπιδα, γλαυκώπιδα, γλαυκῶπιν, γλαυκώπιδʼ |
| Vocative | γλαυκῶπι |
-
…ἠυκόμοιο · αὐτὰρ ἐγὼν ὑμέων καὶ ἄλλης μνήσομʼ ἀοιδῆς. Εἰς Ἀθήναν Παλλάδʼ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομʼ ἀείδειν γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν, παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν, Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα…
NA, Homeric Hymns
-
…ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη · ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες · ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι…
Homer, Iliad
-
…ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο. ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι, κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης. θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους, ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν .…
Hesiod, Theogony
-
…θυμαλγέα λώβην. κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο, οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι · οὐδέ μιν ὧς γαμέω · ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω, ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς…
Homer, Iliad
-
…ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη · κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν, εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα αὐτοῦ ἐνὶ…
Homer, Odyssey