δέραν
δειρή, the neck, throat
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | δέρη | – | δειραὶ |
| Genitive | δειρῆς, δέρης | – | – |
| Dative | δειρῇ, δέρῃ, δείρᾳ | – | δειρῇσι |
| Accusative | δειρήν, δειρὴν, δέραν, δέρην | – | δειράς, δειρὰς |
| Vocative | – | – | – |
-
…ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν. τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι, ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο .…
Homer, Odyssey
-
…ἐπιθύουσι · μάλιστα δὲ φαίδιμος Ἕκτωρ ἑλκέμεναι μέμονεν · κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς. ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο · σέβας δέ σε θυμὸν ἱκέσθω Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι · σοὶ λώβη…
Homer, Iliad
-
…φέρων ὀνύχεσσι πέλωρον ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης, κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν ἰδνωθεὶς ὀπίσω · ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ, αὐτὸς δὲ…
Homer, Iliad
-
…, χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν, ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι. τοιῶνδʼ ἕκατι κληδόνων παλιγκότων πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης. ἐκ τῶνδέ τοι παῖς ἐνθάδʼ οὐ παραστατεῖ, ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων…
Aeschylus, Agamemnon
-
…χροῒ τέτροφεν ἅλμη, ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες · ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ, δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ. καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς, εἰ μὴ ἄρʼ ἄλλʼ…
Homer, Odyssey