δίναισι
δίνη, a whirlpool, eddy
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | – |
| Genitive | δίνης | – | – |
| Dative | δίνᾳ, δίνῃ | – | δίναις, δίνῃς, δίνῃσι |
| Accusative | δίναν, δίνην | – | δίνας |
| Vocative | – | – | δῖναι |
-
…κεραΐζων. οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους, ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους. ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν…
Homer, Iliad
-
…ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς, εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης · ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις ἀνδρῶν · αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί…
Homer, Iliad
-
…λεύσσων βασιλέως, ὅστις ἀρίστης ἀπλακὼν ἀλόχου τῆσδʼ ἀβίωτον τὸν ἔπειτα χρόνον βιοτεύσει. Ἅλιε καὶ φάος ἁμέρας οὐράνιαί τε δῖναι νεφέλας δρομαίου ὁρᾷ σὲ κἀμέ, δύο κακῶς πεπραγότας, οὐδὲν θεοὺς δράσαντας ἀνθʼ ὅτου θανῇ. γαῖά τε καὶ…
Euripides, Alcestis
-
…δακνά ζου, βαρὺ δʼ ἀμβόασον οὐράνιʼ ἄχη, ὀᾶ · τεῖνε δὲ δυσβάυκτον βοᾶτιν τάλαιναν αὐδάν. γναπτόμενοι δὲ δίνᾳ, φεῦ, σκύλλονται πρὸς ἀναύδων, ἠέ, παίδων τᾶς ἀμιάντου, ὀᾶ. πενθεῖ δʼ ἄνδρα δόμος στερη…
Aeschylus, Persians
-
…ἰδὲ θρύον ἠδὲ κύπειρον, τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει · τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας, οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο. καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ…
Homer, Iliad