δίχα
δίχα, in two, asunder
Other forms of δίχα: δίχʼ, δίχα, διχάδε, διχοῦ
-
…, τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος. νῦν δʼ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα, κοὔτʼ ἐν φίλαισι χερσὶν ἡ τάλαινʼ ἐγὼ λουτροῖς σʼ ἐκόσμησʼ οὔτε παμφλέκτου πυρὸς ἀνειλόμην, ὡς εἰκός, ἄθλιον…
Sophocles, Electra
-
…αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ · μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ, εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό…
Homer, Odyssey
-
…κεῖθεν κεῖθεν ἄρʼ ἡμῖν δεσμῶτιν ἄγων ἤλυθε ποίμνην · ὧν τὴν μὲν ἔσω σφάζʼ ἐπὶ γαίας, τὰ δὲ πλευροκοπῶν δίχʼ ἀνερρήγνυ. δύο δʼ ἀργίποδας κριοὺς ἀνελὼν τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν ῥιπτεῖ θερίσας, τὸν δʼ ὀρθὸν ἄνω…
Sophocles, Ajax
-
…ἀνδροφάγοιο. κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες · ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν. αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα · τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής…
Homer, Odyssey
-
…πόλιν κάτα φῦλʼ ἀνθρώπων, ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν. ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται · τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε, Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν. ἔνθα δὲ…
Homer, Odyssey