δεκάτης
δέκατος, δέκατος, tenth
δεκάτη, a tenth part; tithe
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | δέκατος | δεκάτη | δέκατον |
| Genitive | δεκάτου | – | δεκάτου |
| Dative | δεκάτῳ | δεκάτῃ | δεκάτῳ |
| Accusative | δέκατον | δεκάτην | – |
| Vocative | – | – | – |
| Masculine | |
|---|---|
| Nominative | – |
| Genitive | – |
| Dative | – |
| Accusative | δεκάτους |
| Vocative | – |
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | δεκάτη | – | – |
| Genitive | δεκάτης | – | δεκατῶν |
| Dative | δεκάτῃ | – | – |
| Accusative | δεκάτην | – | δεκάτας |
| Vocative | – | – | – |
δέκατος
-
…, ἀχθόμενος δὲ τῇ συμφορᾷ, ὀργιζόμενος δὲ τοῖς αἰτίοις, ἀπαθὴς δʼ ὢν κακῶν καὶ ἄπειρος ἀνδρῶν ἀγαθῶν, δεκάτῳ ἔτει παρασκευασάμενος διακοσίαις μὲν καὶ χιλίαις ναυσὶν ἀφίκετο, τῆς δὲ πεζῆς στρατιᾶς οὕτως ἄπειρον τὸ πλῆθος ἦγεν, ὥστε…
Lysias, Speeches
-
…μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν · οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός · ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι. Ἥρῃ…
Homer, Iliad
-
…καὶ αὐτὴν ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα, ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι, τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν. κεῖνος τὼς ἀγόρευε · τὰ δὴ νῦν πάντα τελεῖται. ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες…
Homer, Iliad
-
…, λήθων ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους. ἀλλʼ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο, τῇ δʼ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο, εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο · καὶ τότʼ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην…
NA, Homeric Hymns
-
…χερσὶν ἔχουσα, οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς. ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς, ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν…
NA, Homeric Hymns
δεκάτη
-
…ἔδοσαν. ἐντεῦθεν δʼ ἀφικόμενοι τῆς Καλχηδονίας εἰς Χρυσόπολιν ἐτείχισαν αὐτήν, καὶ δεκατευτήριον κατεσκεύασαν ἐν αὐτῇ, καὶ τὴν δεκάτην ἐξέλεγον τῶν ἐκ τοῦ Πόντου πλοίων, καὶ φυλακὴν ἐγκαταλιπόντες ναῦς τριάκοντα καὶ στρατηγὼ δύο, Θηραμένην καὶ Εὔμαχον ,…
Xenophon, Hellenica
-
…μάλιστα ἐπλήθυεν, οὐκ ἄγοντές πω σχολὴν διαλαχεῖν ἐπεκήρυττον ἐν τοσῷδε τοῖς ἐθέλουσιν ἐκπονεῖν ἐπὶ τέλει τῶν ἐτησίων καρπῶν, δεκάτῃ μὲν τῶν σπειρομένων, πέμπτῃ δὲ τῶν φυτευομένων. ὥριστο δὲ καὶ τοῖς προβατεύουσι τέλη μειζόνων τε καὶ ἐλαττόνων ζῴων…
Appian, The Civil Wars
-
…διεφθάρη καὶ ἀνεσώθην εἰς Κατάνην, ἐλῃζόμην ὁρμώμενος ἐντεῦθεν καὶ τοὺς πολεμίους κακῶς ἐποίουν, ὥστε τῇ θεῷ τε τὰς δεκάτας ἐξαιρεθῆναι πλέον ἢ τριάκοντα μνᾶς καὶ τοῖς στρατιώταις εἰς σωτηρίαν ὅσοι ἐν τοῖς πολεμίοις ἦσαν. καὶ ἐπειδὴ Καταναῖοι ἠνάγκαζον…
Lysias, Speeches
-
…σίτου, τὸν δὲ ξένον εἰς πάντα τὸν μῆνα ὠνεῖσθαι σῖτον μὲν καὶ ὅσα περὶ σῖτον ἀγορᾷ τῇ πρώτῃ · δεκάτῃ δὲ τοῦ μηνὸς τὴν τῶν ὑγρῶν οἱ μὲν πρᾶσιν, οἱ δὲ ὠνὴν ποιείσθωσαν διʼ ὅλου τοῦ μηνὸς ἱκανήν ·…
Plato, Laws
-
…πᾶσιν μὲν ποιήμασι, πᾶσιν δὲ παθήμασι, καλουμένην δὲ ὄντως τῶν ὄντων πάντων μεταβολὴν καὶ κίνησιν, ταύτην δὲ δεκάτην σχεδὸν ἐροῦμεν. παντάπασι μὲν οὖν. τῶν δὴ δέκα μάλιστα ἡμῖν κινήσεων τίνʼ ἂν προκρίναιμεν ὀρθότατα πασῶν ἐρρωμενεστάτην τε…
Plato, Laws