δημόται
δημότης, one of the people, a commoner, plebeian
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | δημότης | – | δαμόται, δημόται |
| Genitive | – | – | δημοτῶν, δημοτέων |
| Dative | δημότῃ | – | δημόταις, δημόταισι, δημότῃσι |
| Accusative | δημότην | – | δημότας |
| Vocative | – | – | δημόται |
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | – |
| Genitive | – | – | – |
| Dative | – | – | δημότισιν, δαμότισιν |
| Accusative | – | – | – |
| Vocative | – | – | – |
-
…τιμωρεῖσθαι. πάντως δὲ πάρεισιν αὐτῶν πολλοὶ ἐνταυθοῖ οὓς ἐγὼ ὁρῶ, πρῶτον μὲν Κρίτων οὑτοσί, ἐμὸς ἡλικιώτης καὶ δημότης, Κριτοβούλου τοῦδε πατήρ, ἔπειτα Λυσανίας ὁ Σφήττιος, Αἰσχίνου τοῦδε πατήρ, ἔτι δʼ Ἀντιφῶν ὁ Κηφισιεὺς οὑτοσί…
Plato, Apology
-
…χερσὶν παρευθύνοντες · οὐ γὰρ ἔσθʼ ὅπου λόγων γʼ ἀκοῦσαι ζῶν ποτʼ ἠθέλησʼ ἐμῶν. καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότην μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν. οὐ γάρ ποτʼ οὔτʼ ἂν ἐν πόλει νόμοι καλῶς φέροιντʼ ἄν, ἔνθα μὴ…
Sophocles, Ajax
-
…τοιαῦτα κάμνοντας. Ἢν γὰρ ὀνομάσῃ τις πτισάνης τε χυλὸν καὶ οἶνον τοῖον ἢ τοῖον καὶ μελίκρητον, ἅπαντα τοῖσι δημότῃσι δοκέουσιν οἱ ἰητροὶ ταῦτα λέγειν, οἵ τε βελτίους καὶ οἱ χείρους · τὰ δὲ οὐχ οὕτως ἔχει, ἀλλʼ…
Hippocrates, Regimen in Acute Diseases
-
…πέφυκα πάντα προσκοπεῖν ὅσα λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει. τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ λόγοις τοιούτοις οἷς σὺ μὴ τέρψει κλύων · ἐμοὶ δʼ ἀκούειν ἔσθʼ ὑπὸ σκότου τάδε, τὴν παῖδα ταύτην…
Sophocles, Antigone
-
…διαφέροντας τῶν πέλας, ἑτεροίων τε μᾶλλον ἰημάτων ἐπαινέται καὶ ψέκται εἰσίν. Ἔπειτα μέγα σημεῖον τόδε, ὅτι οἱ δημόται ἀξυνετώτατοι αὐτοὶ ἑωυτῶν περὶ τουτέων τῶν νουσημάτων εἰσὶν ὥς μελετητέα εἶναι · οἱ γὰρ μὴ ἰητροὶ ἰητροὶ δοκέουσιν εἶναι μάλιστα…
Hippocrates, Regimen in Acute Diseases