δυσμενείας
δυσμένεια, ill-will, enmity
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | δυσμένεια | – | δυσμένειαί |
| Genitive | δυσμενείας | – | – |
| Dative | δυσμενείᾳ | – | – |
| Accusative | δυσμένειαν | – | – |
| Vocative | – | – | – |
-
…τὴν ἑαυτοῦ συνουσίαν, χρὴ εὐλαβεῖσθαι τὸν ταῦτα πράττοντα · οὐ γὰρ σμικροὶ περὶ αὐτὰ φθόνοι τε γίγνονται καὶ ἄλλαι δυσμένειαί τε καὶ ἐπιβουλαί. ἐγὼ δὲ τὴν σοφιστικὴν τέχνην φημὶ μὲν εἶναι παλαιάν, τοὺς δὲ μεταχειριζομένους αὐτὴν τῶν παλαιῶν…
Plato, Protagoras
-
…τὸ πᾶν ὁμοῦ ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ. δόθʼ, ἥτις ἐστί, προσφέροντες · οὐ γὰρ ὡς ἐν δυσμενείᾳ γʼ οὖσʼ ἐπαιτεῖται τάδε, ἀλλʼ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν. ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ ψυχῆς…
Sophocles, Electra
-
…, κεἰ μὴ δοκῶ σοι · μανθάνω δʼ ὁθούνεκα ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα. ἀλλʼ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ ἔργʼ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ · αἰσχροῖς γὰρ αἰσχρὰ πράγματʼ ἐκδιδάσκεται. ὦ θρέμμʼ ἀναιδές ,…
Sophocles, Electra
-
…ἐν χοροῖς, ἐν θυσίαισι γιγνόμενος ἡγεμών · πρᾳότητα μὲν πορίζων, ἀγριότητα δʼ ἐξορίζων · φιλόδωρος εὐμενείας, ἄδωρος δυσμενείας · ἵλεως ἀγαθός · θεατὸς σοφοῖς, ἀγαστὸς θεοῖς · ζηλωτὸς ἀμοίροις, κτητὸς εὐμοίροις · τρυφῆς, ἁβρότητος ,…
Plato, Symposium
-
…παιδικὰ πείθοντες καὶ ῥυθμίζοντες εἰς τὸ ἐκείνου ἐπιτήδευμα καὶ ἰδέαν ἄγουσιν, ὅση ἑκάστῳ δύναμις, οὐ φθόνῳ οὐδʼ ἀνελευθέρῳ δυσμενείᾳ χρώμενοι πρὸς τὰ παιδικά, ἀλλʼ εἰς ὁμοιότητα αὑτοῖς καὶ τῷ θεῷ ὃν ἂν τιμῶσι πᾶσαν πάντως ὅτι μάλιστα πειρώμενοι…
Plato, Phaedrus