δυσχωρία
δυσχωρία, difficult, rough ground
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | – |
| Genitive | δυσχωρίας | – | – |
| Dative | δυσχωρίᾳ | – | – |
| Accusative | δυσχωρίαν | – | δυσχωρίας |
| Vocative | – | – | – |
-
…, αὐτὸς δʼ ᾔει νυκτὸς ἐπὶ πόλιν Ὤρικον διὰ τραχείας ἀτραποῦ καὶ στενῆς, ἐς μέρη πολλὰ διασπώμενος ὑπὸ τῆς δυσχωρίας, ὡς εὐεπιχείρητος ἄν, εἴ τις ᾔσθετο, γενέσθαι. περὶ δὲ τὴν ἕω μόλις αὐτῷ συνῄει τὸ πλῆθος…
Appian, The Civil Wars
-
…ἀπηλλάττοντο καὶ οἱ πολέμιοι. ἀνδρῶν μέντοι ἀγαθῶν καὶ ἐν τούτῳ τῷ πολέμῳ ἐστερήθημεν, τῶν τε ἐν Κορίνθῳ χρησαμένων δυσχωρίᾳ καὶ ἐν Λεχαίῳ προδοσίᾳ · ἀγαθοὶ δὲ καὶ οἱ βασιλέα ἐλευθερώσαντες καὶ ἐκβαλόντες ἐκ τῆς θαλάττης Λακεδαιμονίους · ὧν ἐγὼ…
Plato, Menexenus
-
…πρὸς τοῖς ἄλλοις ὄρεσιν ὅσα οἷά τʼ ἐστὶ τρέφειν τοιαῦτα. ἁλίσκεται δὲ τὰ μὲν ἐν τοῖς ὄρεσι φαρμάκῳ διὰ δυσχωρίαν ἀκονιτικῷ · παραβάλλουσι δὲ τοῦτο οἱ θηρώμενοι, συμμιγνύντες εἰς τὸ αὐτὸ ὅτῳ ἂν ἕκαστον χαίρῃ περὶ τὰ ὕδατα καὶ…
Xenophon, On Hunting
-
…παραυτίκα ἔκρυπτεν ἐς τοὺς Ἀρκάδας οἷα ἐπεβούλευε, μελλόντων δὲ ἐς χεῖρας ἤδη συνέρχεσθαι, τηνικαῦτα ἐξεφόβησεν αὐτοὺς ὡς ἐν δυσχωρίᾳ τέ εἰσιν ἀπειλημμένοι καὶ ἀναχώρησις οὐκ ἔσται αὐτοῖς, ἢν κρατηθῶσιν, τά τε ἱερά σφισιν οὐκ ἔφη γεγονέναι κατὰ…
Pausanias, Description of Greece
-
…οὐδενὸς παρενοχλοῦντος. οἱ δὲ βάρβαροι μέχρι μέν τινος εἴων αὐτὸν διαπορεύεσθαι τὰς παρόδους, ἐπεὶ δὲ εἰς μέσας τὰς δυσχωρίας ἧκον, ἄφνω τὴν ἐπίθεσιν ἐποιοῦντο καὶ πολλοὺς μὲν ἁμαξιαίους λίθους ἐπεκύλιον, οἳ προσπίπτοντες ἄφνω τοῖς Μακεδόσιν ἀθρόοις πολλοὺς…
Diodorus Siculus, Library