δᾷδάς
δαΐς, fire-brand, pinetorch
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | δᾲς | – | δᾷδες |
| Genitive | δᾳδὸς | – | δᾴδων, δαίδων, δαΐδων |
| Dative | δᾳδὶ | – | δᾳσὶν |
| Accusative | δᾷδʼ, δᾷδα | – | δᾷδας, δαΐδας |
| Vocative | – | – | – |
-
…, τοὺς δὲ οὐκ ἐπιδημοῦντας ηὗρον. παραλαβὼν δʼ ὡς οἷόν τε ἦν πλείστους ἐκ τῶν παρόντων ἐβάδιζον. καὶ δᾷδας λαβόντες ἐκ τοῦ ἐγγύτατα καπηλείου εἰσερχόμεθα, ἀνεῳγμένης τῆς θύρας καὶ ὑπὸ τῆς ἀνθρώπου παρεσκευασμένης. ὤσαντες δὲ τὴν θύραν…
Lysias, Speeches
-
…ἀλόχῳ τίεν ἐν μεγάροισιν, εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός · ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα. ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο ,…
Homer, Odyssey
-
…τὰς δὲ καὶ χρόνον διαλείποντες. καὶ πλησίον ναός ἐστι Δήμητρος, ἀγάλματα δὲ αὐτή τε καὶ ἡ παῖς καὶ δᾷδα ἔχων Ἴακχος · γέγραπται δὲ ἐπὶ τῷ τοίχῳ γράμμασιν Ἀττικοῖς ἔργα εἶναι Πραξιτέλους. τοῦ ναοῦ δὲ οὐ πόρρω Ποσειδῶν…
Pausanias, Description of Greece
-
…Φαιήκων ἡγήτορες ἑδριόωντο πίνοντες καὶ ἔδοντες · ἐπηετανὸν γὰρ ἔχεσκον. χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες, φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι. πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες αἱ μὲν ἀλετρεύουσι…
Homer, Odyssey
-
…ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν, νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς · ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι ,…
Homer, Odyssey