δῆθε
δῆθεν, really, in very truth
Other forms of δῆθεν: δῆθεν, δῆθε
-
…καὶ ἡμιόνους ἤλασε ἐς τὴν ἀγορὴν τὸ ζεῦγος ὡς ἐκπεφευγὼς τοὺς ἐχθρούς, οἵ μιν ἐλαύνοντα ἐς ἀγρὸν ἠθέλησαν ἀπολέσαι δῆθεν, ἐδέετό τε τοῦ δήμου φυλακῆς τινος πρὸς αὐτοῦ κυρῆσαι, πρότερον εὐδοκιμήσας ἐν τῇ πρὸς Μεγαρέας γενομένῃ στρατηγίῃ ,…
Herodotus, The Histories
-
…διδασκομένων παίδων ἕνα κατακόψαι, σκευάσαντες δὲ αὐτὸν ὥσπερ ἐώθεσαν καὶ τὰ θηρία σκευάζειν, Κυαξάρῃ δοῦναι φέροντες ὡς ἄγρην δῆθεν, δόντες δὲ τὴν ταχίστην κομίζεσθαι παρὰ Ἀλυάττεα τὸν Σαδυάττεω ἐς Σάρδις. ταῦτα καὶ ἐγένετο. καὶ γὰρ Κυαξάρης…
Herodotus, The Histories
-
…τάχιστʼ ἤρξαντο δαίμονες χόλου στάσις τʼ ἐν ἀλλήλοισιν ὠροθύνετο, οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον, ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν σπεύδοντες, ὡς Ζεὺς μήποτʼ ἄρξειεν θεῶν, ἐνταῦθʼ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν Τιτᾶνας ,…
Aeschylus, Prometheus Bound
-
…ὄνθʼ ὑπηρέτην. ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ. καὶ μὴν ὀφείλων γʼ ἂν τίνοιμʼ αὐτῷ χάριν. ἐκερτόμησας δῆθεν ὡς παῖδʼ ὄντα με. οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδʼ ἀνούστερος εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα ;…
Aeschylus, Prometheus Bound
-
…ἐπὶ τὰ καλλίονα, τὰς δʼ ἐπὶ τὰ αἰσχίω μιμουμένας ταύτην. πῶς τί τοῦτʼ εἴρηκας ; οὐδὲ γὰρ ἄρτι δῆθεν κατέμαθον τὸ περὶ τῶν μιμημάτων. καὶ μὴν οὐ φαῦλόν γε, ἂν κινήσας τις τοῦτον τὸν λόγον αὐτοῦ καταβάλῃ…
Plato, Statesman