εἰδώλου
εἴδωλον, an image, a phantom
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | εἴδωλον, εἴδωλόν | – | εἴδωλα |
| Genitive | εἰδώλου | – | εἰδώλων |
| Dative | εἰδώλῳ | – | – |
| Accusative | εἴδωλον | – | εἴδωλʼ, εἴδωλα |
| Vocative | – | – | – |
-
…τὸν ὀφθαλμὸν τὸ πρόσωπον ἐμφαίνεται ἐν τῇ τοῦ καταντικρὺ ὄψει ὥσπερ ἐν κατόπτρῳ, ὃ δὴ καὶ κόρην καλοῦμεν, εἴδωλον ὄν τι τοῦ ἐμβλέποντος ; ἀληθῆ λέγεις. ὀφθαλμὸς ἄρα ὀφθαλμὸν θεώμενος, καὶ ἐμβλέπων εἰς τοῦτο ὅπερ βέλτιστον αὐτοῦ…
Plato, Alcibiades 1
-
…· εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη · εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί, Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο, τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων…
Homer, Odyssey
-
…τε καὶ ἔρξω. νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων, εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν · ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης, Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια, τὴν ζωὴν…
Homer, Odyssey
-
…που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο, ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν · οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω, ζώει ὅ γʼ ἦ τέθνηκε · κακὸν δʼ ἀνεμώλια βάζειν…
Homer, Odyssey
-
…ὁθούνεκʼ ἄτῃ συγκατέζευκται κακῇ, οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν · ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλʼ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν. τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον μηδέν ποτʼ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος, μηδʼ ὄγκον…
Sophocles, Ajax