εἰρεσίαν
εἰρεσία, rowing
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | – |
| Genitive | εἰρεσίας, εἰρεσίης, ἐρεσίης | – | – |
| Dative | εἰρεσίᾳ, εἰρεσίῃ | – | εἰρεσίαις, εἰρεσίῃσιν |
| Accusative | εἰρεσίαν | – | εἰρεσίας |
| Vocative | – | – | – |
-
…δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο. Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην, μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς. καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς λανθανόμην, ἐπεὶ οὔ τί μʼ…
Homer, Odyssey
-
…ῥήμαθʼ, ἃ δαίμων κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν. ὥρα τινʼ ἤδη τοι κρᾶτα καλύμμασι κρυψάμενον ποδοῖν κλοπὰν ἀρέσθαι ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον ποντοπόρῳ ναῒ μεθεῖναι. τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι καθʼ ἡμῶν · πεφόβημαι λιθόλευστον Ἄρη ξυναλγεῖν μετὰ τοῦδε…
Sophocles, Ajax
-
…οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον. τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο, πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος. αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο…
Homer, Odyssey
-
…. ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ. τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆς ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή. ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ, ἑβδομάτῃ δʼ…
Homer, Odyssey
-
…καλεομένη καὶ ἡ Ἐρυθρὴ μία ἐοῦσα τυγχάνει. ἡ δὲ Κασπίη ἐστὶ ἑτέρη ἐπʼ ἑωυτῆς, ἐοῦσα μῆκος μὲν πλόου εἰρεσίῃ χρεωμένῳ πεντεκαίδεκα ἡμερέων, εὖρος δέ, τῇ εὐρυτάτη ἐστὶ αὐτὴ ἑωυτῆς, ὀκτὼ ἡμερέων. καὶ τὰ μὲν πρὸς…
Herodotus, The Histories