εὐήθειάν
εὐήθεια, goodness of heart, good nature, guilelessness, simplicity, honesty
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | εὐήθεια | – | – |
| Genitive | εὐηθείας, εὐηθείης | – | – |
| Dative | εὐηθείᾳ | – | – |
| Accusative | εὐήθειαν, εὐηθίαν | – | – |
| Vocative | – | – | – |
-
…ἀλλὰ τί μήν ; τοὐναντίον, ἦ δʼ ὅς. ἦ τὴν δικαιοσύνην κακίαν ; οὔκ, ἀλλὰ πάνυ γενναίαν εὐήθειαν. τὴν ἀδικίαν ἄρα κακοήθειαν καλεῖς ; οὔκ, ἀλλʼ εὐβουλίαν, ἔφη. ἦ καὶ φρόνιμοί σοι, ὦ…
Plato, Republic
-
…βίᾳ. ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα ὁρᾷς ἐνοῦσαν ζημίαν ; δίδασκέ με. μόχθον περισσὸν κουφόνουν τʼ εὐηθίαν. ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν. ἐμὸν δοκήσει τἀμπλάκημʼ εἶναι…
Aeschylus, Prometheus Bound
-
…διαλείπει. ταῦτα μέντοι πάντας εἰδότας καὶ λογιζομένους οὐ δεῖ προσέσθαι τὸν πόλεμον εἰς τὴν χώραν, οὐδʼ εἰς τὴν εὐήθειαν τὴν τοῦ τότε πρὸς Λακεδαιμονίους πολέμου βλέποντας ἐκτραχηλισθῆναι, ἀλλʼ ὡς ἐκ πλείστου φυλάττεσθαι τοῖς πράγμασι καὶ ταῖς παρασκευαῖς ,…
Demosthenes, Speeches
-
…ὡς ἐγὼ εὑρίσκω, μακρῷ, ἐπεί γε ἀπεκρίθη ἐκ παλαιτέρου τοῦ βαρβάρου ἔθνεος τὸ Ἑλληνικὸν ἐὸν καὶ δεξιώτερον καὶ εὐηθείης ἠλιθίου ἀπηλλαγμένον μᾶλλον, εἰ καὶ τότε γε οὗτοι ἐν Ἀθηναίοισι τοῖσι πρώτοισι λεγομένοισι εἶναι Ἑλλήνων σοφίην μηχανῶνται τοιάδε .…
Herodotus, The Histories
-
…, ζῆλοί τε αὖ καὶ φθόνοι οὐκ ἐγγίγνονται. ἀγαθοὶ μὲν δὴ διὰ ταῦτά τε ἦσαν καὶ διὰ τὴν λεγομένην εὐήθειαν · ἃ γὰρ ἤκουον καλὰ καὶ αἰσχρά, εὐήθεις ὄντες ἡγοῦντο ἀληθέστατα λέγεσθαι καὶ ἐπείθοντο. ψεῦδος γὰρ ὑπονοεῖν οὐδεὶς…
Plato, Laws