ζῶναι
ζώνη, a belt, girdle
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ζώνη | – | ζῶναί |
| Genitive | ζώνης | – | – |
| Dative | ζώνῃ | – | ζώνῃσι |
| Accusative | ζώνην | – | ζώνας |
| Vocative | – | – | – |
-
…αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν. ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων, ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ, τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω · φασίν τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι ,…
NA, Homeric Hymns
-
…ἐμήν. πολλῶν ἄκουσον τέρματʼ αἰδοίων λόγων. ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται. ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων τάχʼ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι. ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή λέξον…
Aeschylus, Suppliant Women
-
…μετʼ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην, σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο, παῖδα δʼ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα. τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο, Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι ,…
NA, Homeric Hymns
-
…τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς, αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην. καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν · δῶκέν οἱ πέλεκυν…
Homer, Odyssey
-
…οἱ Ἀθήνη ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά · χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο. ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ, ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι τρίγληνα μορόεντα · χάρις δʼ ἀπελάμπετο πολλή. κρηδέμνῳ…
Homer, Iliad