θαμάκις
θαμά, often, oft-times
Other forms of θαμά: θάμʼ, θαμά, θαμὰ, θαμάκις
-
…. ὁ μὲν οὖν εὑρίσκων ἑαυτοῦ ἐν τῷ βίῳ πολλὰ ἀδικήματα καὶ ἐκ τῶν ὕπνων, ὥσπερ οἱ παῖδες, θαμὰ ἐγειρόμενος δειμαίνει καὶ ζῇ μετὰ κακῆς ἐλπίδος · τῷ δὲ μηδὲν ἑαυτῷ ἄδικον συνειδότι ἡδεῖα ἐλπὶς ἀεὶ πάρεστι καὶ ἀγαθὴ…
Plato, Republic
-
…. ἄτοπον μέντοι τί σοι ἐθέλω εἰπεῖν · παρόντος γὰρ ἐκείνου, οὔτε προσεῖχον τὸν νοῦν, ἐπελανθανόμην τε αὐτοῦ θαμά. καὶ τί ἂν γεγονὸς εἴη περὶ σὲ κἀκεῖνον τοσοῦτον πρᾶγμα ; οὐ γὰρ δήπου τινὶ καλλίονι ἐνέτυχες ἄλλῳ ἔν…
Plato, Protagoras
-
…ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός, νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς. τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας · ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς…
Homer, Iliad
-
…παρεόντων · δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα · κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων. ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε ,…
Homer, Odyssey
-
…, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι ; μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν · οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν, κτῆσιν Τηλεμάχοιο δαΐφρονος · οὐδέ τι πατρῶν ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες ,…
Homer, Odyssey