κεῖθεν
ἐκεῖθεν, ἐκεῖθεν, from there
Other forms of ἐκεῖθεν: ἐκεῖθεν, ἐκεῖθέν, κἀκεῖθεν, Κεῖθεν, κεῖθεν, τἀκεῖθεν, τηνῶθε, τηνῶθεν, τοὐκεῖθεν, Ἐκεῖθεν
-
…καὶ γὰρ οὔτε τῶν πολιτῶν Φλειασίων οὐδεὶς πάνυ τι ἐπιχωριάζει τὰ νῦν Ἀθήναζε, οὔτε τις ξένος ἀφῖκται χρόνου συχνοῦ ἐκεῖθεν ὅστις ἂν ἡμῖν σαφές τι ἀγγεῖλαι οἷός τʼ ἦν περὶ τούτων, πλήν γε δὴ ὅτι φάρμακον πιὼν ἀποθάνοι ·…
Plato, Phaedo
-
…Ἕκτωρ · τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται. κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε, ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο. ὣς ἔφατʼ ,…
Homer, Iliad
-
…πρὸς τὸ ἄλλο στρατόπεδον ἀπέπλευσαν. Ἀλκιβιάδης δὲ βουλόμενος μετὰ τῶν στρατιωτῶν ἀποπλεῖν οἴκαδε, ἀνήχθη εὐθὺς ἐπὶ Σάμου · ἐκεῖθεν δὲ λαβὼν τῶν νεῶν εἴκοσιν ἔπλευσε τῆς Καρίας εἰς τὸν Κεραμικὸν κόλπον. ἐκεῖθεν δὲ συλλέξας ἑκατὸν τάλαντα ἧκεν εἰς…
Xenophon, Hellenica
-
…Ὀδυσσεύς · ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα εἰπέμεν · ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης · αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ. χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς…
Homer, Odyssey
-
…ναυσὶν ὀγδοήκοντα καὶ ἑκατόν. ἐνταῦθα δὴ ἀριστοποιουμένοις αὐτοῖς ἀγγέλλεται τὰ περὶ Λάμψακον, καὶ εὐθὺς ἀνήχθησαν εἰς Σηστόν. ἐκεῖθεν δʼ εὐθὺς ἐπισιτισάμενοι ἔπλευσαν εἰς Αἰγὸς ποταμοὺς ἀντίον τῆς Λαμψάκου · διεῖχε δʼ ὁ Ἑλλήσποντος ταύτῃ σταδίους ὡς πεντεκαίδεκα .…
Xenophon, Hellenica