κλισιᾶν
κλισία, a place for lying down
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | κλισίαι |
| Genitive | κλισίας, κλισίης | – | κλισιᾶν, κλισιάων, κλισιῶν |
| Dative | κλισίῃ | – | κλισίαις, κλισίῃς, κλισίῃσι, κλισίῃσιν, κλισίηφι |
| Accusative | κλισίην | – | κλισίας |
| Vocative | – | – | – |
-
…τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής · μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω · σὺ δὲ δέξαι ἄποινα πολλά, τά τοι φέρομεν · σὺ…
Homer, Iliad
-
…. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίηνδε ἕκαστος, ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν εὗδον παννύχιοι μαλακῷ δεδμημένοι…
Homer, Iliad
-
…ἐμάχοντο λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν. οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων νηῶν τʼ ὠκυπόρων · νιφάδες δʼ ὡς πῖπτον ἔραζε, ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας ταρφειὰς κατέχευεν ἐπὶ…
Homer, Iliad
-
…γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν. οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο, αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν ,…
Homer, Iliad
-
…οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες, αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου · τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος. ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι μαλακῷ δεδμημένοι…
Homer, Iliad