κραυγήν
κραυγή, a crying, screaming, shrieking, shouting
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | κραυγὴ | – | κραυγαὶ |
| Genitive | κραυγῆς | – | – |
| Dative | κραυγῇ | – | κραυγαῖς |
| Accusative | κραυγὴν | – | κραυγὰς |
| Vocative | – | – | – |
-
…δʼ ἐγγὺς ὄντων τῶν δεινῶν, ἀκούοντες δʼ ἐν ταὐτῷ συμμεμειγμένου Ἑλληνικοῦ καὶ βαρβαρικοῦ παιῶνος, παρακελευσμοῦ δʼ ἀμφοτέρων καὶ κραυγῆς τῶν διαφθειρομένων, καὶ τῆς θαλάττης μεστῆς τῶν νεκρῶν, καὶ πολλῶν μὲν συμπιπτόντων καὶ φιλίων καὶ πολεμίων ναυαγίων ,…
Lysias, Speeches
-
…ταῦτα προεῖπον τοῖς στρατιώταις · καὶ ἐπεὶ ἐσάλπιγξε, προβαλόμενοι τὰ ὅπλα ἐπῇσαν. ἐκ δὲ τούτου θᾶττον προϊόντων σὺν κραυγῇ ἀπὸ τοῦ αὐτομάτου δρόμος ἐγένετο τοῖς στρατιώταις ἐπὶ τὰς σκηνάς, τῶν δὲ βαρβάρων φόβος πολύς, καὶ ἥ τε…
Xenophon, Anabasis
-
…ἢ τρὶς ἀπεκρούσαντο, ἔπειτα πολλῷ θορύβῳ αὐτῶν τε προσβαλόντων καὶ τῶν γυναικῶν καὶ τῶν οἰκετῶν ἅμα ἀπὸ τῶν οἰκιῶν κραυγῇ τε καὶ ὀλολυγῇ χρωμένων λίθοις τε καὶ κεράμῳ βαλλόντων, καὶ ὑετοῦ ἅμα διὰ νυκτὸς πολλοῦ ἐπιγενομένου, ἐφοβήθησαν καὶ…
Thucydides, The Peloponnesian War
-
…πραγμάτων. ἔστι δʼ οὐδὲν ὄφελος, ὦ ἄνδρες Ἀθηναῖοι, ζητεῖν τοὺς τοιούτους ἀνθρώπους ἀπελαύνειν ἀπὸ τοῦ βήματος ταῖς κραυγαῖς · οὐ γὰρ αἰσχύνονται · ἀλλὰ τιμωρίαις τούτους ἀπεθίζειν χρή · μόνως γὰρ ἂν οὕτως ἀνεκτοὶ γένοιντο. ἀναγνώσεται οὖν…
Aeschines, Speeches
-
…, ὁ μὲν Θρασύβουλος τύπτει τὸν Φρύνιχον καὶ καταβάλλει πατάξας, ὁ δὲ Ἀπολλόδωρος οὐχ ἥψατο · ἀλλʼ ἐν τούτῳ κραυγὴ γίγνεται καὶ ᾤχοντο φεύγοντες. Ἀγόρατος δὲ οὑτοσὶ οὔτε παρεκλήθη οὔτε παρεγένετο οὔτε οἶδε τοῦ πράγματος οὐδέν. ὡς δὲ…
Lysias, Speeches