λιμός
λιμός, hunger, famine
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | λιμός, λιμὸς | – | λιμοὶ |
| Genitive | λιμοῦ, λιμῶ | – | – |
| Dative | λιμῷ | – | – |
| Accusative | λιμόν, λιμὸν | – | – |
| Vocative | – | – | – |
-
…παιγνιέων τὰ εἴδεα, πλὴν πεσσῶν τούτων γὰρ ὦν τὴν ἐξεύρεσιν οὐκ οἰκηιοῦνται Λυδοί. ποιέειν δὲ ὧδε πρὸς τὸν λιμὸν ἐξευρόντας, τὴν μὲν ἑτέρην τῶν ἡμερέων παίζειν πᾶσαν, ἵνα δὴ μὴ ζητέοιεν σιτία, τὴν δὲ ἑτέρην σιτέεσθαι…
Herodotus, The Histories
-
…· εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν, ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι. ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ ,…
Homer, Iliad
-
…αὖτʼ ἀχρήιος ἀνήρ. ἀλλὰ σύ γʼ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς ἐχθαίρῃ, φιλέῃ δέ σʼ ἐυστέφανος Δημήτηρ αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν · λιμὸς γάρ τοι πάμπαν ἀεργῷ…
Hesiod, Works and Days
-
…εἴ κʼ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας. εὖτʼ ἂν ἐπʼ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα, δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης, οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν. οὐ γάρ πώ…
Hesiod, Works and Days
-
…πυκνότεραι παρὰ τὰ ἐκ τοῦ πρὶν χρόνου μνημονευόμενα ξυνέβησαν, αὐχμοί τε ἔστι παρʼ οἷς μεγάλοι καὶ ἀπʼ αὐτῶν καὶ λιμοὶ καὶ ἡ οὐχ ἥκιστα βλάψασα καὶ μέρος τι φθείρασα ἡ λοιμώδης νόσος · ταῦτα γὰρ πάντα μετὰ τοῦδε τοῦ πολέμου…
Thucydides, The Peloponnesian War