μένος
μένος, might, force, strength, prowess, courage
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | μένος | – | μένεʼ |
| Genitive | μένεος, μένους | – | μενέων |
| Dative | μένει, μένεϊ | – | – |
| Accusative | μένος | – | μένεʼ, μένεα |
| Vocative | – | – | – |
-
…γὰρ καλλιστέφανος Δημήτηρ χρίεσκʼ ἀμβροσίῃ ὡς εἰ θεοῦ ἐκγεγαῶτα ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα · νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν λάθρα φίλων γονέων · τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο, ὡς προθαλὴς τελέθεσκε · θεοῖσι δὲ ἄντα ἐῴκει…
NA, Homeric Hymns
-
…ἐνιαυτῷ, Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν, δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες. ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλαδε προρέουσι, Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε Γρήνικός τε καὶ…
Homer, Iliad
-
…πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι, ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι · οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ, αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, αὐτούς τʼ…
Homer, Odyssey
-
…. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος · αὐτὰρ ἔπειτα ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν. καὶ τά…
Homer, Iliad
-
…φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα · Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ, οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε · οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος .…
Homer, Odyssey