μέτρʼ
μέτρον, μέτρον, measure, size, distance; moderate amount, proportion
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | μέτρον | – | μέτρα |
| Genitive | μέτρου | – | μέτρων |
| Dative | μέτρῳ | – | μέτροις, μέτροισι |
| Accusative | μέτρον | – | μέτρʼ, μέτρα |
| Vocative | – | – | – |
-
…· παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας · νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις, καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός, ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς ,…
Homer, Odyssey
-
…τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα ἔκτοθεν · ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται. αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη, ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, ἱρὸν νυμφάων αἱ νηϊάδες…
Homer, Odyssey
-
…πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι. τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι, ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ…
Homer, Odyssey
-
…θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη. καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο · ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ, ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους ἀνθῆσαι…
Homer, Odyssey
-
…τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε. εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων ζηλώσαι · τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη. ὣς ἔφαθʼ…
NA, Homeric Hymns