μνηστῆρσιν
μνηστήρ, a wooer, suitor
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | μνηστήρ, μνηστὴρ | – | μνηστῆρες |
| Genitive | μνηστῆρος | – | μνηστήρων |
| Dative | – | – | μνηστήρεσσι, μνηστήρεσσιν, μνηστῆρσʼ, μνηστῆρσι, μνηστῆρσιν |
| Accusative | μναστῆρʼ, μνηστῆρα | – | μνηστῆρας |
| Vocative | – | – | μνηστῆρες |
-
…, τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς · ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν…
Homer, Odyssey
-
…. αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς, φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν · οὐδέ τί σε χρὴ νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι…
Homer, Odyssey
-
…ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς · κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης · ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει · Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα λίσσομʼ ,…
Homer, Odyssey
-
…ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα · Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί, ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω · ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί .…
Homer, Odyssey
-
…ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος, ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων, ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη. ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι, τόσσα…
Homer, Odyssey