μύριαι
μύριοι, μύριοι, ten thousand
Other forms of μύριοι: μυρία, μύρια, μύριαι, μύριοι, μύριοί, μυρίοις, μυρίην, μυρίας, μυρίων, μυρίους, μυρίῃσι
-
…ὄντας πολεμίους · ὅπου γε Δαμασκηνοὶ μηδὲ πρόφασιν εὔλογον πλάσαι δυνηθέντες φόνου μιαρωτάτου τὴν αὐτῶν πόλιν ἐνέπλησαν ὀκτακισχιλίους πρὸς τοῖς μυρίοις Ἰουδαίους ἅμα γυναιξὶ καὶ γενεαῖς ἀποσφάξαντες. τὸ δʼ ἐν Αἰγύπτῳ πλῆθος τῶν μετʼ αἰκίας ἀνῃρημένων ἕξ που μυριάδας ὑπερβάλλειν…
Flavius Josephus, Jewish War
-
…καὶ ξυνεμείχθησαν. στρατόπεδόν τε μέγιστον δὴ τοῦτο ἁθρόον Ἀθηναίων ἐγένετο, ἀκμαζούσης ἔτι τῆς πόλεως καὶ οὔπω νενοσηκυίας · μυρίων γὰρ ὁπλιτῶν οὐκ ἐλάσσους ἦσαν αὐτοὶ Ἀθηναῖοι χωρὶς δὲ αὐτοῖς οἱ ἐν Ποτειδαίᾳ τρισχίλιοι ἦσαν, μέτοικοι δὲ ξυνεσέβαλον οὐκ…
Thucydides, The Peloponnesian War
-
…ἐπὶ σωτηρίᾳ ἔφη χρῆναι μὴ ἐλάσσω ἀντικαταστῆσαι πάλιν. χρήμασι μὲν οὖν οὕτως ἐθάρσυνεν αὐτούς, ὁπλίτας δὲ τρισχιλίους καὶ μυρίους εἶναι ἄνευ τῶν ἐν τοῖς φρουρίοις καὶ τῶν παρʼ ἔπαλξιν ἑξακισχιλίων καὶ μυρίων. τοσοῦτοι γὰρ ἐφύλασσον τὸ πρῶτον ὁπότε…
Thucydides, The Peloponnesian War
-
…. καὶ ἐνταῦθα Κῦρος ἐξέτασιν καὶ ἀριθμὸν τῶν Ἑλλήνων ἐποίησεν ἐν τῷ παραδείσῳ, καὶ ἐγένοντο οἱ σύμπαντες ὁπλῖται μὲν μύριοι χίλιοι, πελτασταὶ δὲ ἀμφὶ τοὺς δισχιλίους. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο παρασάγγας δέκα εἰς Πέλτας, πόλιν οἰκουμένην .…
Xenophon, Anabasis
-
…εἴ τι εἴη νεώτερον περὶ τὴν Ἑλλάδα, εἰπόντα τάδε καταπαῦσαι τὴν ναυπηγίην · ὦ βασιλεῦ, νησιῶται ἵππον συνωνέονται μυρίην, ἐς Σάρδις τε καὶ ἐπὶ σὲ ἐν νόῳ ἔχοντες στρατεύεσθαι. Κροῖσον δὲ ἐλπίσαντα λέγειν ἐκεῖνον ἀληθέα εἰπεῖν ·…
Herodotus, The Histories